Honorific decree for Diodoros, philos of Eumenes II. Upper part of a pedimental stele of gray marble. Non-stoich. c. 46.
1 | θεοί· |
ἐπὶ Ξενοκλέους ἄρχοντος, ἐπὶ τῆς Οἰνεῖδος δωδεκάτης πρυτα- | |
νείας, ἧι Σθενέδ<η>μος Ἀσκ<λ>ηπιάδου ΤειθράσιοςII ἐγραμμάτευεν̣· | |
Σκιροφοριῶνος ἕνει καὶ νέ<α>ι· μιᾶι καὶ τριακοστεῖ τῆς πρυ[τανείας]· | |
5 | ἐκκλησία σύγκλητος ἐν τῷ θεάτρωι κατὰ ψήφισμα, ὃ Ἀρισ[τ— c.4 —] |
Σημαχίδης εἶπεν· τῶν προέδρων ἐπεψήφιζεν Ἀλεξίδημο[ς — c.4 —]- | |
κου ἐκ Κοίλης καὶ συμπρόεδροι· v ἔδοξεν τῆι βουλῆι καὶ τῶι [δήμωι]· | |
Ἀρτέμων Πολυμήλου Πειρ<α>ιεὺς εἶπεν· ἐπειδὴ Διόδωρος φ[ίλος v] | |
ὑπάρχων τῶι βασιλεῖ Εὐμένει κ<α>ὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ #⁷[— c.4 —] | |
10 | μάλιστα τιμώμενος ὑπ’ αὐτῶν καὶ προαγόμενος εὔνους [ἐστὶ] |
κοινεῖ τε τῶι δήμωι λέγωγ καὶ πρ̣[ά<τ>]των ὑπὲρ τῆς πόλεως ἀγ[αθὸν] | |
ὅ τι ἂν δυνατὸς ἦι, καὶ κ<α>τ’ ἰδίαν [ἀε<ὶ>] τοῖς ἐντυγχάνουσιν αὐ[τῶι v] | |
τῶμ πολιτῶν εὔχρηστον ἑαυτ[ὸν] παρασκευάζει τοῖς τ[ε πεμ]- | |
πομένοις ὑπὸ τοῦ δήμου πρε[σβε]υταῖς συναγωνιζόμε[νος ἐ]- | |
15 | [κτ]ε̣νῶς διατελεῖ, ὑπὲρ ὧγ καὶ ἀ̣[πο]μεμαρτύρηται αὐτ̣[ῶι ὑπὸ] |
[πλειόνων· v] ὅπως οὖγ καὶ ὁ δῆμο[ς] φαίνηται τιμῶν το[ὺς ἀπο]- | |
[δεικνυμένους] τ̣ὴμ πρὸς ἑαυτὸ[ν εὔν]οιαν, v ἀγαθε[ῖ τύχει, v] | |
[δεδόχθαι τεῖ βουλεῖ]· τοὺς λαχόν[τας προ]έ[δ]ρους ε[ἰς τὴν ἐπι%⁸⁰]- | |
[οῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |