IG II³,1 1323
Athenian decree in honor of Eumenes II and his brothers.  Two non-joining fragments of a stele of white marble. Non-stoich. c. 32-40.
[ ] Mysia — Pergamon — shortly after 175 BC — IvPergamon 160 — OGIS I 248 w. Add. p. 655 — H. Kotsidu, Time kai Doxa (2000) 75, KNr. 26
See also:
frg. a                                  vacat
[— — — — — — —]Λ̣ΕΤΕ[— — — — — — — — —]
[ἐπεὶ βασιλεὺς Εὐμ]έ̣νη̣[ς — — — — — — — — —]
                           lacuna
frg. b.3 [— — — — — — — — — — — — — —] ἀρχ̣ο̣[— c.3 —]
[— — — — — — — — — — — —]γως ὑπαρξ[— c.3 —]
5 [— — — — — — — — — — —] ν̣εώτερον φιλε̣[ῖν]
[— — — — — — — — — — — ἐ]κ̣ τοῦ πατρὸς [․․]
[— — — — — — ποιούμ]ενος τὴν ἀναστροφὴ̣[ν]
[— — — — — — —]ΩΣ εἰς σύσστασιν ἧι θελ̣[․․]
[— — — — — —] καὶ ἀδελφοῦ πέμπτου τὰ Ε[․․]
10 [— — — — — — μ]ε̣τ̣αλλάξαντος Σελεύκου [καὶ]
[τῆς συμφορ]ᾶς παρακαλούσης θεωροῦντες
[— c.5 — τ]ὸγ καιρὸμ παραδιδόντα πρὸς τὸ κατα-
[θέσ]θαι χάριγ καὶ εὐεργεσίαν, πάντα πάρεργα
τ̣ἆλλα ποιησάμενοι καὶ ἑαυτοὺς ἐπέχρησαν καὶ
15 μέχρι τῶν ὁρίων τῆς ἰδίας βασιλείας συμπρο-
ελθόντες καὶ χρήμασι χορηγήσαντες καὶ
δυνάμεις παρασκευάσαντες καὶ τῶι διαδήματι
μετὰ τῆς ἄλλης κατασκευῆς κοσμήσαντες
ὡς καθῆκεν καὶ βουθ̣υτήσαντες καὶ πίστεις
20 ποιησάμενοι πρὸς ἀλλήλους μετὰ πάσης εὐνοίας
καὶ φιλοστοργίας ἀξιολόγως συγκατέστησαν ἐπὶ τὴμ̣
πατρώιαν ἀρχὴν τὸμ βασιλέα Ἀντίοχον· ὅπως ἂν οὖν̣
ὁ δῆμος ἐγ χάριτος ἀποδόσει φαίνηται πρωτεύων̣
καὶ τοὺς ἑαυτὸν καὶ τοὺς φίλους εὐεργετοῦντας̣
25 ἀπαρακλήτους φανερὸς εἶ τιμῶν καὶ τὰ καλὰ τῶν̣
ἔργων εἰς ἀΐδιομ μνήμην ἀνάγων καὶ νῦν καθάπερ̣
καὶ πρότερον, ἀγαθεῖ τύχηι, δεδόχθαι τεῖ βουλεῖ·
τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν
χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι
30 τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ
ἐπαινέσαι τὸμ βασιλέα Εὐμένη βασιλέως Ἀττά[λου]
καὶ βασιλίσσης Ἀπολλωνίδος καὶ στεφανῶσαι χρυσ[ῶι]
στεφάνωι ἀριστε<ί>ωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν
καὶ εὐνοίας καὶ καλοκἀγαθίας, ἣν ἀπεδείξατο
35 πᾶσιν ἀνθρώποις σπεύσας ὑπὲρ τοῦ βασιλέως Ἀντιόχου
καὶ συγκαταστήσας αὐτὸν εἰς τὴν τῶμ προγόνων ἀ̣ρχ̣ή̣[ν]·
κατὰ ταὐτὰ δὲ στεφανῶσαι καὶ Ἄτταλον, ὅτι μετὰ τοῦ
ἀδελφοῦ Εὐμένους πάντα συνέπραξεν ἀόκνως
καὶ φιλοκινδύνως· ἐπαινέσαι δὲ καὶ τοὺς ἀδελφοὺς
40 αὐτῶν Φιλέταιρον καὶ Ἀθ̣ήναιον καὶ στεφανῶσαι χρυσῶι
στεφάνωι ἑκάτερον αὐτῶν εὐνοίας ἕνεκεν καὶ
φιλοτιμίας, ἣμ παρέσχοντο κατὰ τὴγ κάθοδον τοῦ
βασιλέως Ἀντιόχου· ἐπαινέσαι δὲ καὶ τοὺς γονεῖς
αὐτῶν, τόν τε βασιλέα Ἄτταλον καὶ τὴμ βασίλισσαν
45 Ἀπολλωνίδα, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
ἀριστείωι ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας,
ἣμ περιεποίησαν τοῖς ὑοῖς προστάντες τῆς παιδείας
αὐτῶγ καλῶς καὶ σωφρόνως· ἀναγορεῦσαι δὲ τοὺς
στεφάνους τούτους ἔν τε τοῖς ἀγῶσιν 〚— — c.12 — —〛,
50 ὡσαύτως δὲ καὶ ἐν οἷς ὁ βασιλεὺς Εὐμένης μετά τε τῶν
ἀδελφῶν καὶ τοῦ δήμου τοῦ Περγαμηνῶν, κατὰ ταὐτὰ δὲ
καὶ ἐν οἷς ὁ βασιλεὺς Ἀντίοχος ἐπὶ Δάφνει θ̣ήσει, καθάπε[ρ]
αὐτοῖς ἔθος ἦν· ἵνα δὲ καὶ τὸ ὑπόμνημα διαμένει συμφ̣αν̣ὲ̣[ς]
εἰς τὸν αἰώνιογ χρόνον, ἀναγράψαι τόδε τὸ ψήφισμα εἰς στήλας
55 λιθίνας καὶ στῆσαι τὴμ μὲν ἐν ἀγορᾶι παρὰ τὰς εἰκόνας τὰς
τοῦ βασιλέως Ἀντιόχου, τὴν δὲ ἐν τῶι ἱερῶι τῆς Νικηφόρου
Ἀθηνᾶς, τὴν δὲ ἐν τῶι ἐπὶ Δάφνει τοῦ Ἀπόλλωνος ἱερῶι·
τῆς δὲ διαποστολῆς αὐτοῦ πρός τε τὸμ βασιλέα καὶ τὴ[μ]
μητέρα καὶ τοὺς ἀδελφοὺς ἐπιμεληθῆναι τοὺς στρατηγ[ούς],
60 ὅπως ἐπιμελῶς γένηται καὶ τὴν ταχίστην.
                                             vacat
Search Help
Contact Us