Honorific decrees for ephebes of the archonship of Chairippos and their trainers.  Two joining fragments of a pedimental stele of gray marble. Non-stoich. c. 60 and c. 68.
[ ] Attica — Athens — Agora — 175/4 BC — W.K. Pritchett, B.D. Meritt, Chronology (1940) 119-121 (a) — Agora XVI 280 (a)
See also:
I.1 ἐπὶ Ἱππάκου ἄρχοντος, ἐπ[ὶ] τῆς Κεκροπίδος τετάρτης πρυτανείας, ἧι Πολέμαρχ[ος] Π̣[․]-
[․․]κράτου ἸφιστιάδηςVI ἐγ̣ραμμάτευεν· Πυανοψιῶνος ἑνδεκάτει, κατὰ θεὸν δὲ [τ]ρ[ί]-
[τει] ἐξ̣ιόντος· μιᾶι κα̣ὶ̣ [εἰ]κοστεῖ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρω[ι]· vv
[τῶ]ν προέδρων ἐπε[ψήφι]ζεν Ἀμύντας Ἀμύντου ἐκ Κηδῶν καὶ συμπρόεδροι· ἔδοξεν
5 [τεῖ βουλεῖ] καὶ τῶι [δήμ]ω̣ι̣· Ξενότιμος Χαρισάνδρου Δαιδαλίδης εἶπεν· ἐπειδὴ οἱ ἔφη-
[βοι συντε]λ̣έ̣[σαντες] τάς τε ἐνγραφὰς ἔθυσαν ἐπὶ τῆς κοινῆς ἑστίας ἐν τῶι πρυτανε̣ί̣-
[ωι μετὰ το][κοσμ]ητοῦ κατὰ τὴν τοῦ δήμου προαίρεσιν, συνετέλεσαν δὲ καὶ τὰ[ς]
[ἄλλας θυσίας] τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις ἀκολούθως τοῖς νόμοις καὶ τοῖς τ[ο]ῦ̣
[δήμου ψηφίσ]μασιν, ἐποιήσαντο δὲ καὶ τὴν τῶν βοῶν ἄρσιν δι’ ἑαυτῶν τοῖς τε Μυστη-
10 [ρίοις τεῖ τε Π]ροηροσίαι καὶ ταῖς ἄλλαις θυσίαις, ἐπόμπευσαν δὲ καὶ τὰς π[ο]μπάς,
[ἔδραμον δὲ] καὶ τὰς λαμπάδας καὶ τοὺς δρόμους τοὺς ἐν τοῖς γυμνασίοις καὶ v
[τοῖς Ἐπιτα]φίοις εὐσχημόνως, ἐφήδρευσαν δὲ καὶ ταῖς ἐκκλησίαις, τοῦ δ[ὲ] κοσ%⁸⁰-
[μητοῦ βου]ληθέντος αὐτοὺς ἀγαγεῖν εἰς τὴν χώραν, ὅπως ἅμα μὲν ἐν τοῖς [ὅ]πλοις
[ἀσκηθῶσ]ιν, ἅμα δὲ καὶ τῶν ὁρίων ἔμπειροι γίνωνται, φιλοπόνως ἠκολούθη[σ]α̣ν καὶ̣
15 [ἀνεστρ]άφησαν εὐτάκτως καὶ ἀνεγκλήτως, παραγενόμενοι δὲ καὶ εἰς Μα[ραθῶ]να
[τό τε] πολυανδρεῖον ἐστεφάνωσαν καὶ ἐπιτάφιον ἀγῶνα ἐποίησαν, καθάπερ ἐ̣[πὶ vv]
[τοῦ] πρὸς τῶι ἄστει πολυανδρείου γίνεσθαι νόμιμόν ἐστιν, καλὸν εἶναι κρίνον[τες ἀξί]-
[ως τ]ιμᾶν τοὺς ἠγωνισμένους ἐνδοξότατα περὶ τῆς ἐλευθερίας, ἦλθον δὲ καὶ ε̣[ἰς Ἀμ]-
[φι]έραον καὶ ἔθυσαν, βουληθέντος δὲ τοῦ κοσμητοῦ μηδὲ τοῦ πλεῖν αὐτοὺς [ἀ]πείρο̣[υς v]
20 [γε]νέσθαι καὶ λαβόντες πλοῖα παρὰ τῆς πόλεως ἐμβάντες προθύμως ἐμε[λ]έτησ[αν v]
[κ]α̣ὶ ἔπλευσαν πρὸς τὸ τρόπαιον καὶ στεφανώσαντες ἔθυσαν, ἔπλευσαν δὲ καὶ εἰς Σ[α]-
[λ]α̣μῖνα τοῖς Αἰαντείοις καὶ ἐν τοῖς ὅπλοις ἐπόμπευσαν καὶ ἔθυσαν τῶι τε Αἴαντ̣[ι]
[κ]αὶ τῶι Ἀσκληπιῶι καὶ τῶι Ἑρμεῖ, ἔδραμον δὲ καὶ τὴν λαμπάδα καὶ χωρὶς ἐν ὅπλοις καὶ ἐ-
ποιήσαντο καὶ τοῖς ἐκεῖ κατοικοῦσι τῶν πολιτῶν ἀπόδειξιν τῶν μαθημάτων, ἐφ’ οἷς καὶ ἐ-
25 πῃνέθησαν, ἀπέδωκαν δὲ καὶ τὰ πλοῖα νεωλκύσαντες τῶι ταμίαι τῶν τριηροποιϊκῶν
καὶ τὰ σκεύη ὅσα καὶ παρέλαβον, ἔθυσαν δὲ καὶ τοῖς θεοῖς ἔν τε τεῖ χώραι, ἐφ’ οὓς ἂν ἐπιβάλοιεν
τόπους ἱερὰ ἔχοντας καὶ ἐν τοῖς φρουρίοις, κατεσκεύασαν δὲ καὶ καταπάλτην ἐκ τῶν
ἰδίων ἀκολούθως τοῖς ἐψηφισμένοις ὑπὸ τοῦ δήμου, πεπειθαρχηκότες δὲ ἐν τοῖς μαθή̣-
μασιν πεποίηνται τὴν ἀπόδειξιν τοῖς τε Ἐπιταφίοις καὶ τεῖ βουλεῖ πράττοντες ἕ-
30 καστα κατὰ τοὺς νόμους ἕνεκα τοῦ καλῶς ἀκούειν καὶ τοὺς πόνους καὶ τὰς κακοπα-
θίας ὑπομείναντες ἀόκνως, καθήκει δὲ τιμᾶν τοὺς ἀξίους καὶ προκαλεῖσθαι τοὺς νεω̣-
τέρους ἐπὶ τὴν ὁμοίαν αἵρεσιν, ὅπως ἐφάμιλλον εἶ τοῖς ἀεὶ ἐφηβεύουσιν εὐτακτεῖν
καὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθισταμένοις ἐπὶ τὴν ἑαυτῶν εὐκοσμίαν· ἵνα δὲ κα[ὶ]
ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βου-
35 λεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού%⁸⁰-
των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ vvv
ἐπαινέσαι τοὺς ἐφήβους τοὺς ἐπὶ Χαιρίππου ἄρχοντος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι εὐ-
σεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ εὐταξίας καὶ φιλοτιμίας τῆς πρὸς τὴν βουλὴν καὶ
τὸν δῆμον καὶ ἀνειπεῖν τὸν στέφανον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει κ[α]ινοῖς τραγωι%⁸⁰%⁸⁰-
40 δ̣οῖς καὶ Ἐλευσινίων καὶ Παναθηναίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ποιή-
σεως τῶν στεφάνων καὶ τῶν ἀναγορεύσεων ἐπιμεληθῆναι τοὺς στρατηγοὺ[ς] καὶ τὸν τα-
μίαν τῶν στρατιωτικῶν· ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν̣ οἷς ἡ πό%⁸⁰-
λις τίθησιν· τὸν δὲ ἀρχιτέκτονα τὸν ἀεὶ χειροτονούμενον κατανέμειν αὐτοῖς τὸν τό-
πον· δεδόσθαι δὲ καὶ πίνακος ἀνάθεσιν οὗ ἂν προαιρῶνται, καθάπερ ἀξιοῦσιν· ἐπεὶ δ̣ὲ̣ καὶ ὁ
45 [κ]οσμητὴς ἀπολελόγισται πειθαρχοῦντας ἑαυτῶι πολλὰ καὶ χρήσιμα ἐπιτετελέ[σ]θ̣αι v
[τῶ]ι δήμωι πρὸς ἀσφάλειαν καὶ φυλακὴν καὶ ἀξιοῖ̣ τὴν βουλὴν καὶ τὸν δῆμον δοθῆναι α[ὐ]τ̣[οῖ]ς
[ἆθ]λόν τι τῆς κακοπαθίας εἰς ἀνάθημα, δεδόσθαι αὐτοῖς καθάπερ ἀξιοῖ ὁ κοσμητὴς ὃ ἂμ vv
[φαί]νηται τῶι δήμωι τιμῆς ἕνεκεν καὶ τούτου τὴν ἀνάθεσιν ὑπάρχειν ἐν Λυκείωι ἐπιγρα-
[φὴν] ἔχον «ἆθλον εὐταξίας καὶ φιλοπονίας» καὶ ἐπιγράψαι αὐτῶν τὰ ὀνόματα πατρόθεν v
50 [καὶ] τοῦ δήμου καὶ τοῦ κοσμητοῦ καὶ τῶν διδασκάλων· ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν vv
[αὐτ]ῶν Αἰαντίδην Αἰαντίδου Παιανιέα εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων διατε-
[λεῖ] πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον· ἐπαινέσαι δὲ καὶ τὸν παιδοτρίβην Ἑρμόδωρον Ἑορτίου
[Ἀχ]αρνέα καὶ τὸν ὁπλομάχον Περσαῖον Συμμάχου Κικυννέα καὶ τὸν ἀκοντιστὴν Νικό%⁸⁰-
[μα]χον Νικομάχου Ἀφιδναῖον καὶ τὸν τοξότην Σῶσον Προξένου Σφήττιον καὶ τὸν κα-
55 [τ]απελταφέτην Πεδιέα Νεάνδρου ἐκ Κεραμέων καὶ τὸν γραμματέα Ὀλυμπιόδωρον Κρω-
[μ]άχου Παλληνέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε
[τὸ] ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ τὰ ὀνόματα τῶν
[ἐ]φ̣ήβων κατὰ φυλὰς καὶ στῆσαι αὐτὴν ἐν ἀγορᾶι· τὸ δὲ γενόμενον ἀνάλωμα εἴς τε τὴν ποί-
[η]σιν τῆς στήλης καὶ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν.
                                                                       vacat 0,015
cit. 1.60   ἡ βουλή,
   ὁ δῆμος
Ἑρμόδωρον
   Ἀχαρνέα
cit. 2.64 ἡ βουλή,
65  ὁ δῆμος
τὸν κοσμητὴν
  Αἰαντίδην
  Παιανιέα
cit. 3.69 ἡ βουλή,
70 ὁ δῆμος
  τοὺς
ἐφήβους
cit. 4.73  οἱ ἔφηβοι
τὸν κοσμητὴν
75    Αἰαντίδην
   Παιανιέα
cit. 5.77 ἡ βουλή,
ὁ δῆμος
Περσαῖον
80 Κικυννέα
                                                                vacat 0,035
II.81 ἐπὶ Σωνίκου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος πρώτης πρυτανείας, εἷ Λεύκιος Βιοτέλου Περι-
[θ]οίδηςVII ἐγραμμάτευεν· Ἑκατομβαιῶνος ἑνδεκάτει· ἑνδεκάτει τῆς πρυτανείας· ἐκκλησία
κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἀριστομ̣ένης Ἀριστομένου Αἰξωνεὺς καὶ
συμπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· v Χαρμόστρατος Διοφάνου Πρασιεὺς εἶπεν· ἐπει-
85 δὴ Αἰαντίδης χειροτονηθεὶς κοσμητὴς εἰς τὸν ἐπὶ Χαιρίππου ἄρχοντος ἐνιαυτὸν τεῖ τε Ἑσ-
τίαι ἔθυσεν ἐν τῶι πρυτανείωι ταῖς Ἐγγραφαῖς μετὰ τῶν ἐφήβων καὶ τῶν πατέρων αὐτῶν καὶ
τὰς λοιπὰς θυσίας τὰς καθηκούσας ἐν τῶι ἐνιαυτῶι συνετέλεσεν, ἐπεμελήθη δὲ καὶ τῶν δρό-
μων τῶν ἐν τοῖς γυμνασίοις γινομένων καὶ τῶν λαμπάδων, ὅπως εὐσχημόνως συντελεσθῶσιν
καὶ τάς τε πομπὰς 〚— — c.13 — —〛 πάσας καὶ τὰς εἰς τὸ θέατρον εἰσόδους μετ’ εὐκοσμί[ας]
90 ἐποιήσατο καὶ ἐφρόντισεν ὅπως τοῖς μεγάλοις Μυστηρίοις τὴν τῶν βοῶν ἄρσιν οἱ ἔφηβοι [ποι]-
[ή]σωνται δι’ ἑαυτῶν, ὁμοίως δὲ καὶ τοῖς πρὸς Ἄγραν Μυστηρίοις ἐπεμελήθη τῆς ΕΝΤΗΠΥΛΟ̣[․․]
[․․] εὐσχημοσύνης, καθηκούσης δὲ καὶ τῆς τριετηρίδος τεῖ Παλλάδι παρέπεμψεν εὐ[τά%⁸⁰%⁸⁰]-
κτως καὶ ὅπως τοῖς Διονυσίοις τὸν θεὸν εἰσαγάγωσιν εἰς τὸ θέατρον δαιδοφοροῦντες [ἐπε]-
μελήθη καὶ ἵνα τὴν ἀνάπειραν καὶ τὴν μελέτην ποιήσωνται λαβόντες πλοῖον τοῦ δήμ[ου]
95 καὶ ἐπὶ τὸ τρόπαιον πλεύσας μετ’ αὐτῶν συνέθυσεν καὶ εἰς Σαλαμ[ῖ]να καταπλεύ[σας]
τήν τε λαμπάδα καὶ τὸν δρόμον καὶ τὸν ἀγῶνα, ὃν ἔθηκεν ὁ στρατηγός, καὶ Σαλαμινίοις σ̣[υν]-
ε̣τέλεσεν τῶν ἐφήβων μετὰ πάσης εὐκοσμίας, καὶ διὰ ταῦτα καὶ αὐτὸς καὶ οἱ ἔφηβοι̣ [ἐστε]-
φ̣ανώθησαν ὑπὸ Σαλαμινίων κατὰ ψήφισμα χρυσῶι στεφάνωι, ἐξήγαγεν δὲ τοὺς ἐφ[ήβους]
[κ]αὶ εἰς τὴν χώραν καθ’ ἓν ἐπὶ τὰ ὅρια πάσης τῆς Ἀττικῆς μετὰ τοῦ στρατηγοῦ το[ῦ ἐπὶ τὰ]
100 [ὅ]πλα Κιχησίου καὶ τοῦ ὁπλομάχου Περσαίου, ἐποιήσατο δὲ καὶ τὴν ἀπόδειξιν τῶν ἐφήβω[ν τοῖς]
Ἐ̣πιταφίοις καὶ πάλιν ἐν τῶι Παναθηναιϊκῶι κατὰ τὸν νόμον ταῖς ἐγγραφαῖς καὶ τὰς ἐ[κκλη]-
[σ]ίας πάσας ἐφηδρεύσοντας ἐν τοῖς ὅπλοις ἤγαγεν αὐτοὺς ἐπιμελῶς, ἀνέθηκεν δὲ [με]-
[τ’] αὐτῶν καὶ τὸν καταπάλτην κατὰ τὸ ψήφισμα τοῦ δήμου κατασκευασάμενος· ὅπως δὲ v
[οὖ]ν ἐφάμιλλον εἶ πᾶσιν τὸ φιλοτιμεῖσθαι ἐπὶ τὰς ἀρχὰς ὑπακούειν βουλομένοις, ἀγαθεῖ v
105 [τ]ύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί-
[σ]αι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ
<⁶¹ἐπαινέσαι Αἰαντίδην Αἰαντίδου Παιανιέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς>⁶¹
<⁶¹[ἕ]νεκεν καὶ καλοκἀγαθίας τῆς περὶ τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνειπεῖν τὸν στέφανον Διο>⁶¹-
<⁶¹[ν]υσίων τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν μετὰ τῶν ἐφήβων ἐμ πᾶσι τοῖς ἀγῶσι>⁶¹
110 <⁶¹[ο]ἷς ἡ πόλις τίθησιν. vv οἱ ἐφηβεύσαντες ἐπὶ Χαιρίππ>⁶¹ου ἄρχοντος·
col. I.111                  ἘρεχθεῖδοςI
[Δ]ικαιοκράτης Ἐπιγένου Παμβωτάδης
[Χ]αρίδημος Χαριδήμου Λαμπτρεύς
Σώσιππος Αἰσχρωνίδου ἐκ Κηδῶν
115 Τ̣ίμων Μικίωνος Κηφισιεύς
Ε̣ὐκράτης Ὀρθοκλέους Περγασῆθεν
                ΑἰγεῖδοςII
Σωκράτης Σωγένου Ἐρχιεύς
Ε̣ὔβουλος Παυσανίου Ἐρχιεύς
120 [Ν]ίκων Νίκωνος Ἀγκυλῆθεν
[Θ]άρσυτος Σωσάδου Φιλαίδης
Ἀ̣ρκεσίλαος Ἀντάλλου Τειθράσιος
               ΠανδιονίδοςIII
Μ̣ῆνις Ζήνωνος Κυθήρριος
125 [Χ]αιρέας Διοφαίου Κυδαθηναιεύς
Αἰαντίδης Αἰαντίδου Παιανιεύς
[Π]ολύξενος Αἰαντίδου Παιανιεύς
Φιλοκλῆς Θυμοτέλου Παιανιεύς
Ἀ̣λέξανδρος Ἀρίστωνος Κυδαθηναιεύ(ς)
130                 ΛεωντίδοςIV
[Ἡ]ρακλέων Ἡρακλέωνος Εὐπυρίδης
[Π]ολύζηλος Φιλοκράτου Χολλείδης
[Κ]ηφισόδωρος Φιλιστίδου Ἁλιμούσιος
[Π]αράμονος Ἱκεσίου Λευκονοιεύς
135                 ΠτολεμαΐδοςV
Ἁ̣γνίας Πολυκλείτου Οἰναῖος
Ε̣ὐεργέτης Εὐεργέτου Προσπάλτιος
                ἈκαμαντίδοςVI
[Φ]ιλέας Ἀσκληπιάδου Θορίκιος
140 Ε̣ὐκλέων Εὐκλέωνος Χολαργεύς
              vacat 0,03
col. II.141 Ἡράκλειτος Ἡρακλεί<⁶¹δ>⁶¹ου Σφήττιος
                ΟἰνεῖδοςVII
Τίμαιος Ἡρακλεοδώρου Ἀχαρνεύς
Ἀριστόδημος Ἀρκέσαντος Θριάσιος
145 Κλεινίας Δημοσθένου Κοθωκίδης
Ἀγαθοκλῆς Σατύρου Ἀχαρνεύς
               ΚεκροπίδοςVIII
Ὀλυμπιόδωρος Ἀπολλοδώρου Μελιτεύς
Ἀπολλωνίδης Ξενοτίμου Δαιδαλίδης
150                ἹπποθωντίδοςIX
Εὔστροφος Νικομάχου Πειραιεύς
Ἀμμώνιος Διοδώρου Πειραιεύς
               ΑἰαντίδοςX
Σώστρατος Εὐνίκου Μαραθώνιος
155 Δίων Δίωνος Τρικορύσιος
Πολυχ̣άρης Ἀριστονίκου Μαραθώνιο[ς]
               ἈντιοχίδοςXI
Ἀνδρέας Εὐαρχίδου Παλληνεύς
Θεόμνηστος Εὐδήμου Εἰτεαῖος
160 Πολυκλῆς Ἱππαρμίωνος Ἀλωπεκῆθεν
Φερένικος Ἀλεξ̣ιμάχου Βησαιεύς
               ἈτταλίδοςXII
Ἀλκίστρατος Σωσικράτου Προβαλίσιος
Δημήτριος Δημητρίου Σουνιεύς
165 Ἀπολλόδωρος Ἀναξίππου Προβαλίσιος
Ἡφαιστόδωρος Δωροθέου Ἰκαριεύς
Μένης Κράτωνος Ἀτηνεύς
Λάμπων Διοτίμου Ἀπολλωνιεύς
Ἡρώιδης Ἡγησιτέλου Σουνιεύς
170 Ἀθήναιος     vacat
              vacat 0,03
cit. 1.171  ἡ βουλή,
 ὁ δῆμος
Νικόμαχον
[φ]ιδναῖ-
175      ον
   vacat
cit. 2.176 ἡ βουλή,
ὁ δῆμος
Σῶσον
Σφήττι-
180      ον
   vacat
cit. 3.181 ἡ βουλή,
ὁ δῆμος
  Πεδιέα
 ἐκ Κερα-
185      μέων
   vacat
cit. 4.186     ἡ βουλή,
   ὁ δῆμος
Ὀλυμπιόδωρον
       Παλληνέ-
190             α.
   vacat
Search Help
Contact Us