Honorific decrees for ephebes of the archonship of Chairippos and their trainers. Two joining fragments of a pedimental stele of gray marble. Non-stoich. c. 60 and c. 68.
[ ]
Attica — Athens — Agora — 175/4 BC — W.K. Pritchett, B.D. Meritt, Chronology (1940) 119-121 (a) — Agora XVI 280 (a)
See also:
| I.1 | ἐπὶ Ἱππάκου ἄρχοντος, ἐπ[ὶ] τῆς Κεκροπίδος τετάρτης πρυτανείας, ἧι Πολέμαρχ[ος] Π̣[․]- |
| [․․]κράτου ἸφιστιάδηςVI ἐγ̣ραμμάτευεν· Πυανοψιῶνος ἑνδεκάτει, κατὰ θεὸν δὲ [τ]ρ[ί]- | |
| [τει] ἐξ̣ιόντος· μιᾶι κα̣ὶ̣ [εἰ]κοστεῖ τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρω[ι]· vv | |
| [τῶ]ν προέδρων ἐπε[ψήφι]ζεν Ἀμύντας Ἀμύντου ἐκ Κηδῶν καὶ συμπρόεδροι· ἔδοξεν | |
| 5 | [τεῖ βουλεῖ] καὶ τῶι [δήμ]ω̣ι̣· Ξενότιμος Χαρισάνδρου Δαιδαλίδης εἶπεν· ἐπειδὴ οἱ ἔφη- |
| [βοι συντε]λ̣έ̣[σαντες] τάς τε ἐνγραφὰς ἔθυσαν ἐπὶ τῆς κοινῆς ἑστίας ἐν τῶι πρυτανε̣ί̣- | |
| [ωι μετὰ το]ῦ [κοσμ]ητοῦ κατὰ τὴν τοῦ δήμου προαίρεσιν, συνετέλεσαν δὲ καὶ τὰ[ς] | |
| [ἄλλας θυσίας] τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις ἀκολούθως τοῖς νόμοις καὶ τοῖς τ[ο]ῦ̣ | |
| [δήμου ψηφίσ]μασιν, ἐποιήσαντο δὲ καὶ τὴν τῶν βοῶν ἄρσιν δι’ ἑαυτῶν τοῖς τε Μυστη- | |
| 10 | [ρίοις τεῖ τε Π]ροηροσίαι καὶ ταῖς ἄλλαις θυσίαις, ἐπόμπευσαν δὲ καὶ τὰς π[ο]μπάς, |
| [ἔδραμον δὲ] καὶ τὰς λαμπάδας καὶ τοὺς δρόμους τοὺς ἐν τοῖς γυμνασίοις καὶ v | |
| [τοῖς Ἐπιτα]φίοις εὐσχημόνως, ἐφήδρευσαν δὲ καὶ ταῖς ἐκκλησίαις, τοῦ δ[ὲ] κοσ%⁸⁰- | |
| [μητοῦ βου]ληθέντος αὐτοὺς ἀγαγεῖν εἰς τὴν χώραν, ὅπως ἅμα μὲν ἐν τοῖς [ὅ]πλοις | |
| [ἀσκηθῶσ]ιν, ἅμα δὲ καὶ τῶν ὁρίων ἔμπειροι γίνωνται, φιλοπόνως ἠκολούθη[σ]α̣ν καὶ̣ | |
| 15 | [ἀνεστρ]άφησαν εὐτάκτως καὶ ἀνεγκλήτως, παραγενόμενοι δὲ καὶ εἰς Μα[ραθῶ]να |
| [τό τε] πολυανδρεῖον ἐστεφάνωσαν καὶ ἐπιτάφιον ἀγῶνα ἐποίησαν, καθάπερ ἐ̣[πὶ vv] | |
| [τοῦ] πρὸς τῶι ἄστει πολυανδρείου γίνεσθαι νόμιμόν ἐστιν, καλὸν εἶναι κρίνον[τες ἀξί]- | |
| [ως τ]ιμᾶν τοὺς ἠγωνισμένους ἐνδοξότατα περὶ τῆς ἐλευθερίας, ἦλθον δὲ καὶ ε̣[ἰς Ἀμ]- | |
| [φι]έραον καὶ ἔθυσαν, βουληθέντος δὲ τοῦ κοσμητοῦ μηδὲ τοῦ πλεῖν αὐτοὺς [ἀ]πείρο̣[υς v] | |
| 20 | [γε]νέσθαι καὶ λαβόντες πλοῖα παρὰ τῆς πόλεως ἐμβάντες προθύμως ἐμε[λ]έτησ[αν v] |
| [κ]α̣ὶ ἔπλευσαν πρὸς τὸ τρόπαιον καὶ στεφανώσαντες ἔθυσαν, ἔπλευσαν δὲ καὶ εἰς Σ[α]- | |
| [λ]α̣μῖνα τοῖς Αἰαντείοις καὶ ἐν τοῖς ὅπλοις ἐπόμπευσαν καὶ ἔθυσαν τῶι τε Αἴαντ̣[ι] | |
| [κ]αὶ τῶι Ἀσκληπιῶι καὶ τῶι Ἑρμεῖ, ἔδραμον δὲ καὶ τὴν λαμπάδα καὶ χωρὶς ἐν ὅπλοις καὶ ἐ- | |
| ποιήσαντο καὶ τοῖς ἐκεῖ κατοικοῦσι τῶν πολιτῶν ἀπόδειξιν τῶν μαθημάτων, ἐφ’ οἷς καὶ ἐ- | |
| 25 | πῃνέθησαν, ἀπέδωκαν δὲ καὶ τὰ πλοῖα νεωλκύσαντες τῶι ταμίαι τῶν τριηροποιϊκῶν |
| καὶ τὰ σκεύη ὅσα καὶ παρέλαβον, ἔθυσαν δὲ καὶ τοῖς θεοῖς ἔν τε τεῖ χώραι, ἐφ’ οὓς ἂν ἐπιβάλοιεν | |
| τόπους ἱερὰ ἔχοντας καὶ ἐν τοῖς φρουρίοις, κατεσκεύασαν δὲ καὶ καταπάλτην ἐκ τῶν | |
| ἰδίων ἀκολούθως τοῖς ἐψηφισμένοις ὑπὸ τοῦ δήμου, πεπειθαρχηκότες δὲ ἐν τοῖς μαθή̣- | |
| μασιν πεποίηνται τὴν ἀπόδειξιν τοῖς τε Ἐπιταφίοις καὶ τεῖ βουλεῖ πράττοντες ἕ- | |
| 30 | καστα κατὰ τοὺς νόμους ἕνεκα τοῦ καλῶς ἀκούειν καὶ τοὺς πόνους καὶ τὰς κακοπα- |
| θίας ὑπομείναντες ἀόκνως, καθήκει δὲ τιμᾶν τοὺς ἀξίους καὶ προκαλεῖσθαι τοὺς νεω̣- | |
| τέρους ἐπὶ τὴν ὁμοίαν αἵρεσιν, ὅπως ἐφάμιλλον εἶ τοῖς ἀεὶ ἐφηβεύουσιν εὐτακτεῖν | |
| καὶ πείθεσθαι τοῖς ὑπὸ τοῦ δήμου καθισταμένοις ἐπὶ τὴν ἑαυτῶν εὐκοσμίαν· ἵνα δὲ κα[ὶ] | |
| ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶντες τοὺς ἀξίους, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βου- | |
| 35 | λεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού%⁸⁰- |
| των, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ vvv | |
| ἐπαινέσαι τοὺς ἐφήβους τοὺς ἐπὶ Χαιρίππου ἄρχοντος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι εὐ- | |
| σεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ εὐταξίας καὶ φιλοτιμίας τῆς πρὸς τὴν βουλὴν καὶ | |
| τὸν δῆμον καὶ ἀνειπεῖν τὸν στέφανον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει κ[α]ινοῖς τραγωι%⁸⁰%⁸⁰- | |
| 40 | δ̣οῖς καὶ Ἐλευσινίων καὶ Παναθηναίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ποιή- |
| σεως τῶν στεφάνων καὶ τῶν ἀναγορεύσεων ἐπιμεληθῆναι τοὺς στρατηγοὺ[ς] καὶ τὸν τα- | |
| μίαν τῶν στρατιωτικῶν· ὑπάρχειν δὲ αὐτοῖς καὶ προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν̣ οἷς ἡ πό%⁸⁰- | |
| λις τίθησιν· τὸν δὲ ἀρχιτέκτονα τὸν ἀεὶ χειροτονούμενον κατανέμειν αὐτοῖς τὸν τό- | |
| πον· δεδόσθαι δὲ καὶ πίνακος ἀνάθεσιν οὗ ἂν προαιρῶνται, καθάπερ ἀξιοῦσιν· ἐπεὶ δ̣ὲ̣ καὶ ὁ | |
| 45 | [κ]οσμητὴς ἀπολελόγισται πειθαρχοῦντας ἑαυτῶι πολλὰ καὶ χρήσιμα ἐπιτετελέ[σ]θ̣αι v |
| [τῶ]ι δήμωι πρὸς ἀσφάλειαν καὶ φυλακὴν καὶ ἀξιοῖ̣ τὴν βουλὴν καὶ τὸν δῆμον δοθῆναι α[ὐ]τ̣[οῖ]ς | |
| [ἆθ]λόν τι τῆς κακοπαθίας εἰς ἀνάθημα, δεδόσθαι αὐτοῖς καθάπερ ἀξιοῖ ὁ κοσμητὴς ὃ ἂμ vv | |
| [φαί]νηται τῶι δήμωι τιμῆς ἕνεκεν καὶ τούτου τὴν ἀνάθεσιν ὑπάρχειν ἐν Λυκείωι ἐπιγρα- | |
| [φὴν] ἔχον «ἆθλον εὐταξίας καὶ φιλοπονίας» καὶ ἐπιγράψαι αὐτῶν τὰ ὀνόματα πατρόθεν v | |
| 50 | [καὶ] τοῦ δήμου καὶ τοῦ κοσμητοῦ καὶ τῶν διδασκάλων· ἐπαινέσαι δὲ καὶ τὸν κοσμητὴν vv |
| [αὐτ]ῶν Αἰαντίδην Αἰαντίδου Παιανιέα εὐνοίας ἕνεκεν καὶ φιλοτιμίας, ἣν ἔχων διατε- | |
| [λεῖ] πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον· ἐπαινέσαι δὲ καὶ τὸν παιδοτρίβην Ἑρμόδωρον Ἑορτίου | |
| [Ἀχ]αρνέα καὶ τὸν ὁπλομάχον Περσαῖον Συμμάχου Κικυννέα καὶ τὸν ἀκοντιστὴν Νικό%⁸⁰- | |
| [μα]χον Νικομάχου Ἀφιδναῖον καὶ τὸν τοξότην Σῶσον Προξένου Σφήττιον καὶ τὸν κα- | |
| 55 | [τ]απελταφέτην Πεδιέα Νεάνδρου ἐκ Κεραμέων καὶ τὸν γραμματέα Ὀλυμπιόδωρον Κρω- |
| [μ]άχου Παλληνέα καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε | |
| [τὸ] ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ τὰ ὀνόματα τῶν | |
| [ἐ]φ̣ήβων κατὰ φυλὰς καὶ στῆσαι αὐτὴν ἐν ἀγορᾶι· τὸ δὲ γενόμενον ἀνάλωμα εἴς τε τὴν ποί- | |
| [η]σιν τῆς στήλης καὶ τὴν ἀναγραφὴν καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν. | |
| vacat 0,015 | |
| cit. 1.60 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Ἑρμόδωρον | |
| Ἀχαρνέα | |
| cit. 2.64 | ἡ βουλή, |
| 65 | ὁ δῆμος |
| τὸν κοσμητὴν | |
| Αἰαντίδην | |
| Παιανιέα | |
| cit. 3.69 | ἡ βουλή, |
| 70 | ὁ δῆμος |
| τοὺς | |
| ἐφήβους | |
| cit. 4.73 | οἱ ἔφηβοι |
| τὸν κοσμητὴν | |
| 75 | Αἰαντίδην |
| Παιανιέα | |
| cit. 5.77 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Περσαῖον | |
| 80 | Κικυννέα |
| vacat 0,035 | |
| II.81 | ἐπὶ Σωνίκου ἄρχοντος, ἐπὶ τῆς Ἀτταλίδος πρώτης πρυτανείας, εἷ Λεύκιος Βιοτέλου Περι- |
| [θ]οίδηςVII ἐγραμμάτευεν· Ἑκατομβαιῶνος ἑνδεκάτει· ἑνδεκάτει τῆς πρυτανείας· ἐκκλησία | |
| κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἀριστομ̣ένης Ἀριστομένου Αἰξωνεὺς καὶ | |
| συμπρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· v Χαρμόστρατος Διοφάνου Πρασιεὺς εἶπεν· ἐπει- | |
| 85 | δὴ Αἰαντίδης χειροτονηθεὶς κοσμητὴς εἰς τὸν ἐπὶ Χαιρίππου ἄρχοντος ἐνιαυτὸν τεῖ τε Ἑσ- |
| τίαι ἔθυσεν ἐν τῶι πρυτανείωι ταῖς Ἐγγραφαῖς μετὰ τῶν ἐφήβων καὶ τῶν πατέρων αὐτῶν καὶ | |
| τὰς λοιπὰς θυσίας τὰς καθηκούσας ἐν τῶι ἐνιαυτῶι συνετέλεσεν, ἐπεμελήθη δὲ καὶ τῶν δρό- | |
| μων τῶν ἐν τοῖς γυμνασίοις γινομένων καὶ τῶν λαμπάδων, ὅπως εὐσχημόνως συντελεσθῶσιν | |
| καὶ τάς τε πομπὰς 〚— — c.13 — —〛 πάσας καὶ τὰς εἰς τὸ θέατρον εἰσόδους μετ’ εὐκοσμί[ας] | |
| 90 | ἐποιήσατο καὶ ἐφρόντισεν ὅπως τοῖς μεγάλοις Μυστηρίοις τὴν τῶν βοῶν ἄρσιν οἱ ἔφηβοι [ποι]- |
| [ή]σωνται δι’ ἑαυτῶν, ὁμοίως δὲ καὶ τοῖς πρὸς Ἄγραν Μυστηρίοις ἐπεμελήθη τῆς ΕΝΤΗΠΥΛΟ̣[․․] | |
| [․․] εὐσχημοσύνης, καθηκούσης δὲ καὶ τῆς τριετηρίδος τεῖ Παλλάδι παρέπεμψεν εὐ[τά%⁸⁰%⁸⁰]- | |
| κτως καὶ ὅπως τοῖς Διονυσίοις τὸν θεὸν εἰσαγάγωσιν εἰς τὸ θέατρον δαιδοφοροῦντες [ἐπε]- | |
| μελήθη καὶ ἵνα τὴν ἀνάπειραν καὶ τὴν μελέτην ποιήσωνται λαβόντες πλοῖον τοῦ δήμ[ου] | |
| 95 | καὶ ἐπὶ τὸ τρόπαιον πλεύσας μετ’ αὐτῶν συνέθυσεν καὶ εἰς Σαλαμ[ῖ]να καταπλεύ[σας] |
| τήν τε λαμπάδα καὶ τὸν δρόμον καὶ τὸν ἀγῶνα, ὃν ἔθηκεν ὁ στρατηγός, καὶ Σαλαμινίοις σ̣[υν]- | |
| ε̣τέλεσεν τῶν ἐφήβων μετὰ πάσης εὐκοσμίας, καὶ διὰ ταῦτα καὶ αὐτὸς καὶ οἱ ἔφηβοι̣ [ἐστε]- | |
| φ̣ανώθησαν ὑπὸ Σαλαμινίων κατὰ ψήφισμα χρυσῶι στεφάνωι, ἐξήγαγεν δὲ τοὺς ἐφ[ήβους] | |
| [κ]αὶ εἰς τὴν χώραν καθ’ ἓν ἐπὶ τὰ ὅρια πάσης τῆς Ἀττικῆς μετὰ τοῦ στρατηγοῦ το[ῦ ἐπὶ τὰ] | |
| 100 | [ὅ]πλα Κιχησίου καὶ τοῦ ὁπλομάχου Περσαίου, ἐποιήσατο δὲ καὶ τὴν ἀπόδειξιν τῶν ἐφήβω[ν τοῖς] |
| Ἐ̣πιταφίοις καὶ πάλιν ἐν τῶι Παναθηναιϊκῶι κατὰ τὸν νόμον ταῖς ἐγγραφαῖς καὶ τὰς ἐ[κκλη]- | |
| [σ]ίας πάσας ἐφηδρεύσοντας ἐν τοῖς ὅπλοις ἤγαγεν αὐτοὺς ἐπιμελῶς, ἀνέθηκεν δὲ [με]- | |
| [τ’] αὐτῶν καὶ τὸν καταπάλτην κατὰ τὸ ψήφισμα τοῦ δήμου κατασκευασάμενος· ὅπως δὲ v | |
| [οὖ]ν ἐφάμιλλον εἶ πᾶσιν τὸ φιλοτιμεῖσθαι ἐπὶ τὰς ἀρχὰς ὑπακούειν βουλομένοις, ἀγαθεῖ v | |
| 105 | [τ]ύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματί- |
| [σ]αι περὶ τούτων, γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βουλεῖ | |
| <⁶¹ἐπαινέσαι Αἰαντίδην Αἰαντίδου Παιανιέα καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς>⁶¹ | |
| <⁶¹[ἕ]νεκεν καὶ καλοκἀγαθίας τῆς περὶ τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνειπεῖν τὸν στέφανον Διο>⁶¹- | |
| <⁶¹[ν]υσίων τῶν ἐν ἄστει καινοῖς τραγωιδοῖς· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν μετὰ τῶν ἐφήβων ἐμ πᾶσι τοῖς ἀγῶσι>⁶¹ | |
| 110 | <⁶¹[ο]ἷς ἡ πόλις τίθησιν. vv οἱ ἐφηβεύσαντες ἐπὶ Χαιρίππ>⁶¹ου ἄρχοντος· |
| col. I.111 | ἘρεχθεῖδοςI |
| [Δ]ικαιοκράτης Ἐπιγένου Παμβωτάδης | |
| [Χ]αρίδημος Χαριδήμου Λαμπτρεύς | |
| Σώσιππος Αἰσχρωνίδου ἐκ Κηδῶν | |
| 115 | Τ̣ίμων Μικίωνος Κηφισιεύς |
| Ε̣ὐκράτης Ὀρθοκλέους Περγασῆθεν | |
| ΑἰγεῖδοςII | |
| Σωκράτης Σωγένου Ἐρχιεύς | |
| Ε̣ὔβουλος Παυσανίου Ἐρχιεύς | |
| 120 | [Ν]ίκων Νίκωνος Ἀγκυλῆθεν |
| [Θ]άρσυτος Σωσάδου Φιλαίδης | |
| Ἀ̣ρκεσίλαος Ἀντάλλου Τειθράσιος | |
| ΠανδιονίδοςIII | |
| Μ̣ῆνις Ζήνωνος Κυθήρριος | |
| 125 | [Χ]αιρέας Διοφαίου Κυδαθηναιεύς |
| Αἰαντίδης Αἰαντίδου Παιανιεύς | |
| [Π]ολύξενος Αἰαντίδου Παιανιεύς | |
| Φιλοκλῆς Θυμοτέλου Παιανιεύς | |
| Ἀ̣λέξανδρος Ἀρίστωνος Κυδαθηναιεύ(ς) | |
| 130 | ΛεωντίδοςIV |
| [Ἡ]ρακλέων Ἡρακλέωνος Εὐπυρίδης | |
| [Π]ολύζηλος Φιλοκράτου Χολλείδης | |
| [Κ]ηφισόδωρος Φιλιστίδου Ἁλιμούσιος | |
| [Π]αράμονος Ἱκεσίου Λευκονοιεύς | |
| 135 | ΠτολεμαΐδοςV |
| Ἁ̣γνίας Πολυκλείτου Οἰναῖος | |
| Ε̣ὐεργέτης Εὐεργέτου Προσπάλτιος | |
| ἈκαμαντίδοςVI | |
| [Φ]ιλέας Ἀσκληπιάδου Θορίκιος | |
| 140 | Ε̣ὐκλέων Εὐκλέωνος Χολαργεύς |
| vacat 0,03 | |
| col. II.141 | Ἡράκλειτος Ἡρακλεί<⁶¹δ>⁶¹ου Σφήττιος |
| ΟἰνεῖδοςVII | |
| Τίμαιος Ἡρακλεοδώρου Ἀχαρνεύς | |
| Ἀριστόδημος Ἀρκέσαντος Θριάσιος | |
| 145 | Κλεινίας Δημοσθένου Κοθωκίδης |
| Ἀγαθοκλῆς Σατύρου Ἀχαρνεύς | |
| ΚεκροπίδοςVIII | |
| Ὀλυμπιόδωρος Ἀπολλοδώρου Μελιτεύς | |
| Ἀπολλωνίδης Ξενοτίμου Δαιδαλίδης | |
| 150 | ἹπποθωντίδοςIX |
| Εὔστροφος Νικομάχου Πειραιεύς | |
| Ἀμμώνιος Διοδώρου Πειραιεύς | |
| ΑἰαντίδοςX | |
| Σώστρατος Εὐνίκου Μαραθώνιος | |
| 155 | Δίων Δίωνος Τρικορύσιος |
| Πολυχ̣άρης Ἀριστονίκου Μαραθώνιο[ς] | |
| ἈντιοχίδοςXI | |
| Ἀνδρέας Εὐαρχίδου Παλληνεύς | |
| Θεόμνηστος Εὐδήμου Εἰτεαῖος | |
| 160 | Πολυκλῆς Ἱππαρμίωνος Ἀλωπεκῆθεν |
| Φερένικος Ἀλεξ̣ιμάχου Βησαιεύς | |
| ἈτταλίδοςXII | |
| Ἀλκίστρατος Σωσικράτου Προβαλίσιος | |
| Δημήτριος Δημητρίου Σουνιεύς | |
| 165 | Ἀπολλόδωρος Ἀναξίππου Προβαλίσιος |
| Ἡφαιστόδωρος Δωροθέου Ἰκαριεύς | |
| Μένης Κράτωνος Ἀτηνεύς | |
| Λάμπων Διοτίμου Ἀπολλωνιεύς | |
| Ἡρώιδης Ἡγησιτέλου Σουνιεύς | |
| 170 | Ἀθήναιος vacat |
| vacat 0,03 | |
| cit. 1.171 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Νικόμαχον | |
| Ἀ[φ]ιδναῖ- | |
| 175 | ον |
| vacat | |
| cit. 2.176 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Σῶσον | |
| Σφήττι- | |
| 180 | ον |
| vacat | |
| cit. 3.181 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Πεδιέα | |
| ἐκ Κερα- | |
| 185 | μέων |
| vacat | |
| cit. 4.186 | ἡ βουλή, |
| ὁ δῆμος | |
| Ὀλυμπιόδωρον | |
| Παλληνέ- | |
| 190 | α. |
| vacat |