IG II³,1 1304
Honorific decree for the prytaneis of Antiochis.  Stele of gray marble, preserved on the left. Non-stoich. c. 42.
[ ] Attica — Athens — Agora — 180/79 BC? — W.K. Pritchett, B.D. Meritt, Chronology (1940) 121-123 — Agora XV 171
See also:
1 ἐπὶ Δημητρίου ἄρχοντ̣ος, ἐπὶ τ̣[ῆς Ἀντιοχίδος ἐνάτης πρυτα]-
νείας· Ἐλαφηβολιῶνος ὀγδόει μετ̣’ ε̣[ἰκάδας, κατὰ θεὸν δὲ]
τετράδι μετ’ εἰκάδας· ὀγδόει καὶ εἰκοσ[τεῖ τῆς πρυτανεί]-
ας· ἐκκλησία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐ[πεψήφιζεν Σέ]-
5 λευκος Μενεκλέους Κολλυτεὺς καὶ συμ[πρόεδροι· Σώπατρος]
Κάλλωνος Φαληρεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ[γέλλουσιν οἱ πρυ]-
τάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν θυσιῶ̣[ν, ὧν ἔθυον τὰ πρὸ]
τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προ[στατηρίωι καὶ τεῖ Ἀρ]-
τέμιδι τεῖ Βουλαίαι καὶ τῶι Διὶ τῶι Κτη̣[σίωι μετὰ τοῦ ἱερέως αὐ]-
10 τοῦ καὶ τοῖς ἄλλοις θεοῖς, οἷς πάτρι[ον ἦν, ἀγαθεῖ τύχει],
δεδόχθαι τῶι δήμωι· τὰ μὲν ἀγαθὰ δ̣[έχεσθαι τὰ ἐν τοῖς ἱεροῖς],
οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρία̣[ι τῆς τε βουλῆς καὶ τοῦ]
δήμου καὶ τῶν συμμάχων· ἐπ̣[ειδὴ δὲ οἱ πρυτάνεις τάς]
τε θυσίας ἔθυσαν ἁπάσας, [ὅσαι καθῆκον ἐν τεῖ πρυ]-
15 τανείαι καλῶς καὶ φιλο[τίμως, ἐπεμελήθησαν δὲ]
καὶ τῆς συλλογῆς τῆς τ̣[ε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν]
ἄλλων, ὧν αὐτοῖς προσέ̣[ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ]-
ματα τοῦ δήμου· ἐπαι[νέσαι τοὺς πρυτάνεις τῆς Ἀντιο]-
χίδος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ]
20 τὸν νόμον εὐσεβεί̣[ας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ]
φιλοτιμίας τῆς [εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθη]-
ναίων· ἐπαινέσ[αι τὸν ταμίαν — — — — c.15 — — — —]
Εὐκλέ[ο]υ̣ς Ἀλ̣[ωπεκῆθεν καὶ στεφανῶσαι κατὰ τὸν νόμον]·
ἀναγράψ̣[αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]-
25 τὰ πρυτ̣[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι]
πρυτα[νικῶι· εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης καὶ]
τ̣ὴν ἀν̣[άθεσιν μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμε]-
ν̣ον ἀ[νάλωμα].
vacat
Search Help
Contact Us