Honorific decree for Kephisodoros. Upper part of a marble pedimental stele (a) and three fragments from the lower part (b, c, d). Non-stoich. c. 48.
[ ]
Attica — Athens — Agora — 184/3 BC — Hesperia 5 (1936) 419, 15 — SEG 25.112 — Agora XVI 261
See also:
ἐπὶ Χαρικλέους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας, ἧι vv | |
Αἰσχρίων Εὐαινέτου ῬαμνούσιοςX ἐγραμμάτευεν· δήμου ψηφίσματα· | |
Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, κατὰ θεὸν δὲ ὀγδόει <ἐπὶ δέκα, ὀγδόει> καὶ εἰκοστεῖ vv | |
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή- | |
5 | φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι· vvv |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
Σώδαμος Τιμασιθέου ἐξ Οἴου εἶπεν· v ἐπειδὴ Κηφισόδωρος ἐκτενῆ v | |
προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι vvv | |
καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο- | |
10 | δοκήτως, v οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν |
τοῦ κοινεῖ συμφέροντος v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη- | |
κὼς πάσας, ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος, v γεγονὼς δὲ καὶ ταμίας | |
σ̣τρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vv | |
ταμιείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ | |
15 | Προξενίδου ἐνιαυτῶι, v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας |
ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων v καὶ πόρους χρημάτων ἴσους καὶ | |
δικαίους συμβεβουλευκώς, v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv | |
τούς τε ὄντας φίλους ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι] | |
μένοντας καὶ ἑτέρους προσκτήσεται v καὶ τὰς γινομένας ἐπιβου̣- | |
20 | λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] προ[σ]τεταγ- |
μένος v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ σ[υν]ενηνο- | |
χείας τῶι δήμωι v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶ]ν μεγί- | |
στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι v καὶ χρήματα ἠχὼς | |
καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας, v εἰσενηνοχὼς δὲ καὶ ψη- | |
25 | φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ- |
σχημοσύνην τῶι δήμωι v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς | |
αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονήρως vv καὶ διὰ τὴν συνέ- | |
χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο- | |
νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον | |
30 | [τ]ὴ̣ν αὐτονομίαν v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε- |
[ποηκέ]ναι τὰ μέγιστα τῶν ἀγαθῶν vv καὶ διὰ ταῦτα πάντα δίκαι- | |
[ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον, vv αἰτεῖ%⁸⁰%⁸⁰- | |
[ται νῦν στῆσ]α̣ι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ | |
[ἄλλην ἐμ Πειραιε]ῖ ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ- | |
35 | [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι |
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς v | |
[τὴν βουλὴν περιέχουσαν τὰ] κατὰ μέρος τῶν πεπραγμένων· vvvvv | |
[ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]τ̣αι τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ | |
[ἀξίους, γίνωνται δὲ καὶ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως, ὅτι | |
40 | [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου̣- |
[σιν τιμῆς, vvvvvv ἀγαθεῖ τύχει, δε]δ̣όχθαι τεῖ βουλεῖ· τοὺς προέ%⁸⁰- | |
[δρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴ̣ν κυρίαν ἐκκλ[ησίαν], | |
[προσαγαγεῖν αὐτὸν εἰς τὸν δῆμον καὶ χρηματίσαι π]ερὶ τού[των, vv] | |
[γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ] | |
45 | [βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — c.20 — — — — καὶ στε]- |
[φανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ εὐνοί]- | |
[ας, ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ]ὸ[ν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν] | |
[στέφανο]ν̣ τοῦτον [Διονυσίων τε τῶν ἐ]ν̣ ἄσ[τει καινοῖς τραγωιδοῖς] | |
[καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]ὶ Πτολ[εμαίων τοῖς γυμνικοῖς] | |
50 | [ἀγῶσιν]· vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγορεύσεως] |
[ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρατιωτι%⁸⁰%⁸⁰]- | |
[κῶν· vv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ ἄλλην ἐμ] | |
[Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι· vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν ἐν πρυτα%⁸⁰]- | |
[νείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν ἐν πᾶσι τοῖς] | |
55 | [ἀγῶσιν οἷς ἡ πόλις] τ̣ίθησιν· vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσαγαγεῖν τὴν] |
[δοκιμασίαν αὐτῶι, ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι — c.7 —] | |
[— — — — c.18 — — — — —]#⁷#⁷[— — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |