Honorific decree for Kephisodoros.  Upper part of a marble pedimental stele (a) and three fragments from the lower part (b, c, d). Non-stoich. c. 48.
[ ] Attica — Athens — Agora — 184/3 BC — Hesperia 5 (1936) 419, 15 — SEG 25.112 — Agora XVI 261
ἐπὶ Χαρικλέους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος ἐνάτης πρυτανείας, ἧι vv
Αἰσχρίων Εὐαινέτου ῬαμνούσιοςXγραμμάτευεν· δήμου ψηφίσματα·
Ἐλαφηβολιῶνος τρίτει ἐπὶ δέκα, κατὰ θεὸν δὲ ὀγδόει <ἐπὶ δέκα, ὀγδόει> καὶ εἰκοστεῖ vv
τῆς πρυτανείας· ἐκκλησία κυρία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐπεψή-
5 φιζεν Ἀντίπατρος Ποτάμωνος Λαμπτρεὺς καὶ συμπρόεδροι· vvv
                      ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι·
Σώδαμος Τιμασιθέου ἐξ Οἴου εἶπεν· v ἐπειδὴ Κηφισόδωρος ἐκτενῆ v
προσενηνεγμένος τὴν πρὸς τὸν δῆμον εὔνοιαν ἐμ παντὶ καιρῶι vvv
καὶ πεπολιτευμένος μὲν πρὸς τὰ τριάκοντα ἔτη καθαρῶς καὶ ἀδωρο-
10 δοκήτως, v οὐθένα δὲ οὔτε πόνον οὔτε κίνδυνον ἐκκεκλικὼς ἕνεκεν
τοῦ κοινεῖ συμφέροντος v καὶ τάς τε ἄλλας λειτουργίας ὑπομεμενη-
κὼς πάσας, ἐφ’ ἃς αὐτὸν κατέστησεν ὁ δῆμος, v γεγονὼς δὲ καὶ ταμίας
σ̣τρατιωτικῶν καλῶς καὶ φιλοδόξως καὶ τὴν τῶν σιτωνικῶν vv
ταμιείαν συνδιεξηχὼς τρίτος ἔν τε τῶι ἐπὶ Ἀπολλοδώρου καὶ
15 Προξενίδου ἐνιαυτῶι, v τεθηκὼς δὲ καὶ νόμους συμφέροντας
ἐφ’ ὁμονοίαι πάντων Ἀθηναίων v καὶ πόρους χρημάτων ἴσους καὶ
δικαίους συμβεβουλευκώς, v εἰσηγημένος δὲ καὶ δι’ οὗ τρόπου vv
τούς τε ὄντας φίλους ὁ δῆμος διατηρήσει βεβαίους ἐν τεῖ πίστε[ι]
μένοντας καὶ ἑτέρους προσκτήσεται v καὶ τὰς γινομένας ἐπιβου̣-
20 λὰς ὑπὸ τῶν ἔξωθεν προεωραμένος καὶ ἀντιστῆνα[ι] προ[σ]τεταγ-
μένος v καὶ συμμαχίας συμβεβουλευκὼς καλὰς καὶ σ[υν]ενηνο-
χείας τῶι δήμωι v καὶ πρεσβείας πεπρεσβευκὼς ὑπὲρ [τῶ]ν μεγί-
στων εἰς σωτηρίαν ταῖς πόλεσιν καὶ τῆι χώραι v καὶ χρήματα ἠχὼς
καὶ σῖτον καὶ ἄλλας δωρεὰς οὐκ ὀλίγας, v εἰσενηνοχὼς δὲ καὶ ψη-
25 φίσματα πολλὰ καὶ χρήσιμα καὶ δόξαν ἔχοντα καὶ πρᾶξιν καὶ εὐ-
σχημοσύνην τῶι δήμωι v καὶ διαμεμενηκὼς ἐπὶ τῆς αὐτῆς
αἱρέσεως ἅπαντα τὸν χρόνον μισοπονήρως vv καὶ διὰ τὴν συνέ-
χειαν τῶν πραττομένων καὶ ἐπινοουμένων μάλιστα αἴτιος γεγο-
νὼς μετὰ τῆς τῶν θεῶν εὐμενείας τοῦ διατηρῆσαι τὸν δῆμον
30 [τ]ὴ̣ν αὐτονομίαν v οὐκ ὀλίγοις δὲ καὶ τῶν ἄλλων Ἑλλήνων περιπε-
[ποηκέ]ναι τὰ μέγιστα τῶν ἀγαθῶν vv καὶ διὰ ταῦτα πάντα δίκαι-
[ον ἀποφαί]νων ἑαυτὸν τυχεῖν τιμῆς κατὰ τὸν νόμον, vv αἰτεῖ%⁸⁰%⁸⁰-
[ται νῦν στῆσ]α̣ι ἑαυτοῦ τὸν δῆμον εἰκόνα χαλκῆν ἐν ἀγορᾶι καὶ
[ἄλλην ἐμ Πειραιε]ῖ ἐν τῶι ἐμπορίωι καὶ σίτησιν ἑαυτῶι ἐν πρυ-
35 [τανείωι καὶ ἐγγόνων ἀ]εὶ τῶι πρεσβυτάτωι καὶ προεδρίαν ἐν πᾶσι
[τοῖς ἀγῶσιν οἷς ἡ πόλις τί]θησιν vv καὶ τὴν αἴτησιν δέδωκεν πρὸς v
[τὴν βουλὴν περιέχουσαν τὰ] κατὰ μέρος τῶν πεπραγμένων· vvvvv
[ὅπως ἂν οὖν ὁ δῆμος φαίνη]τ̣αι τιμῶν τοὺς ἀγαθοὺς ἄνδρας καὶ
[ἀξίους, γίνωνται δὲ καὶ ἄλλοι ζη]λωταὶ τῆς τοιαύτης αἱρέσεως, ὅτι
40 [ἀεὶ παρὰ τοῦ δήμου τοῦ Ἀθηναί]ων τῆς προσηκούσης τυγχάνου̣-
[σιν τιμῆς, vvvvvv ἀγαθεῖ τύχει, δε]δ̣όχθαι τεῖ βουλεῖ· τοὺς προέ%⁸⁰-
[δρους, οἵτινες ἂν λάχωσιν προεδρεύειν εἰς τ]ὴ̣ν κυρίαν ἐκκλ[ησίαν],
[προσαγαγεῖν αὐτὸν εἰς τὸν δῆμον καὶ χρηματίσαι π]ερὶ τού[των, vv]
[γνώμην δὲ ξ]υμ[βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ]
45 [βουλεῖ] ἐπαινέσ[αι Κηφισόδωρον — — — — c.20 — — — — καὶ στε]-
[φανῶσα]ι χρυσῶι [στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς ἕνεκεν καὶ εὐνοί]-
[ας, ἣν ἔχω]ν διατελ[εῖ πρὸς τὸν δῆμον τ][ν Ἀθηναίων, καὶ ἀνειπεῖν τὸν]
[στέφανο]ν̣ τοῦτον [Διονυσίων τε τῶν ἐ]ν̣ ἄσ[τει καινοῖς τραγωιδοῖς]
[καὶ Παναθ]ηναίων κ̣[αὶ Ἐλευσινίων κα]ὶ Πτολ[εμαίων τοῖς γυμνικοῖς]
50 [ἀγῶσιν]· vv τῆς δὲ [ποιήσεως τοῦ] στεφάνο[υ καὶ τῆς ἀναγορεύσεως]
[ἐπιμελ]ηθῆναι τοὺς [στρατηγοὺ]ς καὶ τὸν τα[μίαν τῶν στρατιωτι%⁸⁰%⁸⁰]-
[κῶν· vv] στῆσαι δὲ [αὐτοῦ κα]ὶ εἰκόνα χαλκῆ[ν ἐν ἀγορᾶι καὶ ἄλλην ἐμ]
[Πειραι]εῖ ἐν τῶ[ι ἐμπορίω]ι· vv εἶναι δὲ αὐτῶ[ι καὶ σίτησιν ἐν πρυτα%⁸⁰]-
[νείωι κα]ὶ ἐγ[γόνων ἀ]εὶ τῶι πρεσβυτάτωι [καὶ προεδρίαν ἐν πᾶσι τοῖς]
55 [ἀγῶσιν οἷς ἡ πόλις] τ̣ίθησιν· vv τοὺς [δ]ὲ θεσ[μοθέτας εἰσαγαγεῖν τὴν]
[δοκιμασίαν αὐτῶι, ὅ]ταν ἐξέλθωσιν [αἱ] ἐκ τ[οῦ νόμου ἡμέραι — c.7 —]
[— — — — c.18 — — — — —]#⁷#⁷[— — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us