Honorific decree for Aristokreon of Antiocheia.  Left part of a stele of gray marble. Non-stoich. c. 31.
[ ] Attica — Athens — Akropolis, north slope of — 184/3 BC — IG II² 785 w. Add. p. 667 — Syll.³ 474
See also:
ἐπὶ Χαρικλέους ἄρχοντος, ἐ[πὶ τῆς Ἐρε]-
χθεῖδος ἕκτης πρυτανεία[ς, εἷ Αἰσχρίων]
Εὐαινέτου ῬαμνούσιοςX ἐγρ[αμμάτευεν]·
Ποσιδεῶνος ἐμβολίμου ἑνδ[εκάτει, ἐνά]-
5 τει καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλη]-
σία ἐμ Πειραιεῖ· τῶν προέδρ[ων ἐπεψήφι]-
ζεν Ταυρίδας Δίωνος Ἀραφήν[ιος καὶ συμ]-
πρόεδροι· vv ἔδοξεν τεῖ βου[λεῖ καὶ τῶι δή]-
μωι· vvv Λαμπρίας Λαμπρίο[υ Θοραιεὺς]
10 εἶπεν· ἐπειδὴ Ἀριστοκρέω[ν εὔνους ὢν δι]-
ατελεῖ τῶι δήμωι καὶ χρεία[ς παρεχόμενος]
τοῖς ἀφικνουμένοις τῶν π̣[ολιτῶν εἰς Ἀν]-
τιόχειαν, παραγεγονὼς δὲ [καὶ εἰς τὴν πό]-
λιν ἐπὶ σχολὴν τὴν ἀναστ[ροφὴν εὐσχημό]-
15 νως πεπόηται, ἐπαγγέλλετα[ι δὲ καὶ εἰς τὸ λοι]-
πὸν κατὰ τὴν ἑαυτοῦ δύναμ[ιν ἀεί τινος ἀγα]-
θοῦ παραίτιος ἔσεσθαι καὶ ἰδ[ίαι τοῖς ἀφικνου]-
μένοις καὶ κοινεῖ τῶι δήμω[ι, περὶ ὧν ἀπομε]-
μαρτυρήκασιν αὐτῶι πλεί[ους τῶν — c.5 —]
20 καὶ τῶν σπονδοφόρων· ὅπως [ἂν οὖν ἡ βουλὴ]
καὶ ὁ δῆμος φαίνηται τιμῶ[ν τοὺς εὐεργέ]-
τας καὶ χάριτας ἀξίας ἀποδ[ιδούς, ἀγαθεῖ τύ]-
χει, δεδόχθαι τεῖ βουλεῖ· το[ὺς λαχόντας προ]-
[έδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρημα]-
25 [τίσαι π]ε̣ρ̣ὶ̣ τούτω[ν], γ̣νώμη[ν δὲ — — — —]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us