Honorific decree for Aristokreon of Antiocheia. Left part of a stele of gray marble. Non-stoich. c. 31.
[ ]
Attica — Athens — Akropolis, north slope of — 184/3 BC — IG II² 785 w. Add. p. 667 — Syll.³ 474
See also:
ἐπὶ Χαρικλέους ἄρχοντος, ἐ[πὶ τῆς Ἐρε]- | |
χθεῖδος ἕκτης πρυτανεία[ς, εἷ Αἰσχρίων] | |
Εὐαινέτου ῬαμνούσιοςX ἐγρ[αμμάτευεν]· | |
Ποσιδεῶνος ἐμβολίμου ἑνδ[εκάτει, ἐνά]- | |
5 | τει καὶ εἰκοστεῖ τῆς πρυτα[νείας· ἐκκλη]- |
σία ἐμ Πειραιεῖ· τῶν προέδρ[ων ἐπεψήφι]- | |
ζεν Ταυρίδας Δίωνος Ἀραφήν[ιος καὶ συμ]- | |
πρόεδροι· vv ἔδοξεν τεῖ βου[λεῖ καὶ τῶι δή]- | |
μωι· vvv Λαμπρίας Λαμπρίο[υ Θοραιεὺς] | |
10 | εἶπεν· ἐπειδὴ Ἀριστοκρέω[ν εὔνους ὢν δι]- |
ατελεῖ τῶι δήμωι καὶ χρεία[ς παρεχόμενος] | |
τοῖς ἀφικνουμένοις τῶν π̣[ολιτῶν εἰς Ἀν]- | |
τιόχειαν, παραγεγονὼς δὲ [καὶ εἰς τὴν πό]- | |
λιν ἐπὶ σχολὴν τὴν ἀναστ[ροφὴν εὐσχημό]- | |
15 | νως πεπόηται, ἐπαγγέλλετα[ι δὲ καὶ εἰς τὸ λοι]- |
πὸν κατὰ τὴν ἑαυτοῦ δύναμ[ιν ἀεί τινος ἀγα]- | |
θοῦ παραίτιος ἔσεσθαι καὶ ἰδ[ίαι τοῖς ἀφικνου]- | |
μένοις καὶ κοινεῖ τῶι δήμω[ι, περὶ ὧν ἀπομε]- | |
μαρτυρήκασιν αὐτῶι πλεί[ους τῶν — c.5 —] | |
20 | καὶ τῶν σπονδοφόρων· ὅπως [ἂν οὖν ἡ βουλὴ] |
καὶ ὁ δῆμος φαίνηται τιμῶ[ν τοὺς εὐεργέ]- | |
τας καὶ χάριτας ἀξίας ἀποδ[ιδούς, ἀγαθεῖ τύ]- | |
χει, δεδόχθαι τεῖ βουλεῖ· το[ὺς λαχόντας προ]- | |
[έδρ]ους εἰς τὴν ἐπιοῦσαν ἐ[κκλησίαν χρημα]- | |
25 | [τίσαι π]ε̣ρ̣ὶ̣ τούτω[ν], γ̣νώμη[ν δὲ — — — —] |
[— — — — — — — — — — — — — — — — —] |