Honorific decrees for Zopyros, the father of a kanephoros, and for the epimeletai of the procession. Pedimental stele of gray marble, in two joining fragments, broken at the bottom. Non-stoich. c. 43-52.
I.1 | [θ]εο[ί]· |
[ἐπὶ Ζ]ωπύρου ἄρχοντος ἐπὶ τῆς Πτολεμ̣α̣ιΐδος δεκ[ά]της [πρυ]- | |
[τανε]ίας, ἧι Μεγάριστος Πύρρου Αἰξωνεὺ̣ςVIII ἐγραμμάτευεν· | |
[Ἐλαφ]ηβολιῶνος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανεί- | |
5 | [ας· ἐκκ]λησία ἐν Διονύσου· τῶν προέδρ[ω]ν ἐπεψήφιζεν Σώπα- |
[τρος Φι]λ̣άγρου Ὑβάδης καὶ συμπρόεδροι· vacat | |
ἔδοξεν τῶι δήμωι· | |
[Ξένω]ν̣ Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ ὁ ἄ̣ρχων Ζώπυρος | |
[ἀπο]φαίνει τὸν πατέρα τῆς καταλεγ̣είσης κανηφόρου Ζώπυρον | |
10 | [π]έμψαι τὴν θυγατέρα τὴν ἑαυτοῦ Τ̣[— c.6 —] οἴσουσαν τὸ ἱερὸν |
κανοῦν τῶι θεῶι κατὰ τὰ πάτρια, προσαγαγεῖν δὲ αὐτὸν καὶ θῦ%⁸⁰- | |
μα ὡς ἠδύνατο κάλλιστον, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν λοιπῶν v | |
τῶν καθηκόντων ἑαυτῶι εἰς τὴν πομπὴν καλῶς καὶ φιλοτί%⁸⁰- | |
μως, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι τὸν πατέρα | |
15 | τῆς κανηφόρου Ζώπυρον Δικαίου Μελιτέα καὶ στεφανῶσαι v |
αὐτὸν κιττοῦ στεφάνωι εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς v | |
θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὸν δῆμον τὸν̣ Ἀθηναίων· ἀναγρά- | |
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν̣ κατὰ πρυτανείαν | |
ἐν στήληι λιθίν[ε]ι [κα]ὶ στῆσαι ἐν τῶι τεμένει τοῦ Διονύσου· v | |
20 | τὸ δὲ γενόμενον ἀ̣<νά>λωμα μερίσαι τὸν τα[μ]ίαν τῶν στρατιωτι- |
κῶν. vacat | |
vacat 0,065 | |
{²in corona}² | |
{²hederacea:}² | |
22 | ὁ δῆμος |
τὸν πατέρα | |
τῆς κανη- | |
25 | φόρου |
Ζώπυρον | |
Δικαίου | |
Μελιτέα | |
vacat 0,035 | |
II.29 | ἐπὶ Ζωπύρου ἄρχοντος, ἐπὶ τῆς Πτολεμαιΐδος δεκάτης πρυτανεί- |
30 | ας, ἧι Μεγάριστος Πύρρου ΑἰξωνεὺςVIII ἐγραμμάτευεν· Ἐλαφηβολιῶ- |
νος δεκάτει ὑστέραι· τετάρτει τῆς πρυτανείας· ἐκκλησία ἐν Διο- | |
νύσου· τῶν προέδρ̣ων ἐπεψ[ή]φιζεν Σώπατρος Φιλάγρου Ὑβάδης κα[ὶ] | |
συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμωι· vacat | |
Ξένων Ἀσκληπιάδου Φυλάσιος εἶπεν· ἐπειδὴ οἱ χειροτονηθέντες | |
35 | ἐπιμεληταὶ τῆς πομπῆς ἐπὶ Ζωπύρου ἄρχοντος τάς τε θυσίας ἔθυ- |
σαν τοῖς θεοῖς, οἷς πάτριον ἦν, ἔπεμψαν̣ δὲ καὶ τὴν πομπὴν μετὰ | |
τοῦ ἄρχοντος ὡς ἠδύναντο φιλοτιμότατα, ἐπεμελήθησαν δὲ καὶ | |
τῶν ἄλλων ὧν καθῆκεν αὐτοῖς, ἀγαθεῖ τύχει, δεδόχθαι τῶι δήμωι· v | |
ἐπαινέσαι τοὺς ἐπιμελητὰς τῆς πομπῆς καὶ στεφανῶσαι ἕκαστον̣ | |
40 | [α]ὐτῶν χρυσῶι στεφάνωι εὐσεβε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ |
[φ]ιλοτιμίας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων vvv | |
[Π]υρρῖνον Θεοπόμπου ΓαργήττιονII Ἀγαθοκλῆν Λυσιάδου̣ Βερενικί%⁸⁰- | |
δ̣ηνV Ἀριστόμαχον Σθενέλου ΜελιτέαVIII Ἀλκίμαχον Θεοδότου Τρικορ[ύ]- | |
σιονX Ἀριστείδην Προξένου ΛαμπτρέαI Εὔξενον Ἀρχίππου Εἰρεσίδη̣[ν]VI | |
45 | Ἡράκωντα Εὐβίου ΦυλάσιονVII Μενέμαχον Ἀνθεστηρίου ἐγ Μυρρινο[ύτ]- |
τηςII Γόργιν Ξανθίππου ΦιλαίδηνII Ἀ̣ριστείδην Ζωΐλου ΚηφισιέαI | |
Νουμήνιον Μενάνδρου ἉλαιέαII Ἀλέξανδρον Ἀντιγόνου ὈτρυνέαII vv | |
Τιμοκράτην Τιμοκράτου ΘορίκιονVI Θάρσυτον Σωσάδου ΦιλαίδηνII | |
Μένανδρον Ξένωνος ὈῆθενVII Βάκχιον Βακχίου ΘριάσιονVII Δάφνιν Φανο[δί]- | |
50 | κου ἈφιδναῖονV Θεόδωρον Δημητρίου ΚυδαθηναιέαIII Ἀθηνά[δ]ην Κρατέ[ρ]- |
μου ῬαμνούσιονX Μενέδαμον Ἀνδροσθένου ΦιλαίδηνII Διονύσιον Ξέν[ω]- | |
νος ἉμαξαντέαIX Φιλόπολιν [Μ]ικκέου ΠοτάμιονIV Ἴωνα Ἀριστοβούλ̣ου Ἀμφ[ι]- | |
τροπῆθενXI Νέαρχον Χαίρωνος Θριάσιον·VII ἀναγράψαι δὲ τόδε τὸ ψήφι[σ]- | |
μα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνει καὶ στῆσ[αι] | |
55 | ἐν τῶι τεμένει τοῦ Διονύσου· τὸ δὲ γενόμενον ἀνάλωμα εἰς ταῦτα μ[ερί]- |
σαι τὸν ταμίαν τῶν στρατιωτικῶν. vacat | |
vacat 0,085 | |
cr. 1 | {²in corona hederacea:}² |
57 | [ἡ] βουλή, |
ὁ δῆμος | |
τοὺς παῖδας | |
60 | τοὺς ἐλευθέ- |
ρους καὶ τὸν | |
διδάσκαλον | |
αὐτῶ[ν ․․]ΙΟ | |
Σ[— — —] | |
cr. 2 | {²in corona oleaginea:}² |
65 | ὁ δῆ[μος] |
τοὺς [ἐπιμε]- | |
λητὰ[ς τῆς] | |
πομ[πῆς]. |