Citizenship decree for Alexandros of Thessaly. Pedimental stele of white marble, in four joining fragments. Non-stoich. 28.
[ ]
Attica — Athens — Akropolis — 191/0 BC? — IG II² 850 — Syll.³ 571 — M.J. Osborne, Naturalization I (1981) 204, D96
See also:
1 | ἐπὶ Διονυσίου ἄρχ[ον]τ̣ος· Ἐλαφηβολι- |
ῶνος δευτέραι μ̣ετ’ εἰκάδας· ἐκκλησί<α> | |
ἐμ Πειραιεῖ· Νικί[α]ς Πολυξένου Πόριος | |
εἶπεν· ἐπειδὴ Ἀ̣λέξανδρ̣ος εὔχρηστον | |
5 | ἑαυτὸν παρασκευάζει καὶ κοινεῖ καὶ ἰδί- |
αι τοῖς ἐντυνχάνουσιν τῶν πολιτῶν, | |
ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς | |
λαχόντας προέδρους εἰς τὴν ἐπιοῦ- | |
σαν ἐ̣κκλησίαν χρηματίσαι περὶ τού- | |
10 | των̣, γνώμην δὲ ξυνβάλλεσθαι τῆς |
β̣[ο]υλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τεῖ βου- | |
λ̣εῖ ἐπαινέσαι Ἀλέξανδρον Καλλι%⁸⁰- | |
στράτου Θετταλὸν κα̣ὶ στεφανῶσαι v | |
θαλλοῦ στεφάνωι, δίδοσθαι δὲ αὐτῶι | |
15 | καὶ πολιτείαν δοκιμασθέντι ἐν τῶι |
δικαστηρίωι κατὰ τοὺς νόμους· τοὺς | |
δὲ θεσμοθέτας, ὅταν καὶ ὣς πληρῶσιν | |
δικαστήριον εἰς ἕνα̣ καὶ πεντακοσίου̣ς | |
δικαστάς, εἰσαγαγεῖν τὴν δοκιμασίαν | |
20 | συννείμαντας καὶ [δ]οῦναι περὶ [αὐ]τοῦ |
τὴν ψῆφον καὶ μὴ π[αρόντος καὶ γράψασ]- | |
θαι αὐτὸν [φυλῆς καὶ δήμου καὶ φρατρίας], | |
[ἧς ἂν βούληται — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — —] |