Athenian decree in honor of king Pharnakes I and queen Nysa of Pontos. Stele of white marble, in four fragments. Non-stoich.
[ ]
Aeg. Islands — Delos — Stoa of Philip, nr. — 196/5 BC — IG XI,4 1056 — ID 1497bis
See also:
frg. a.1 | [θε]οί· |
[ἐπὶ Τυχάνδρου ἄρχοντ]ος, ἐπὶ τῆς Οἰνεῖδο̣ς ἐνάτης {π} | |
[πρυτανείας, ἧι Σωσιγέ]ν̣ης Μενεκράτου ΜαραθώνιοςX ἐγραμ- | |
[μάτευεν· Ἐλαφηβολιῶνο]ς τετράδι ἱσταμένου· ἐνάτει καὶ | |
5 | [δεκάτει τῆς πρυτανεί]ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· |
[ vacat? τῶν προέδρων] ἐπεψήφισεν Ἀκταῖος Σίμωνος Ἀ- | |
[θμονεὺς καὶ συμπρόεδροι· ἔ]δοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
[— — — — — — — — — — —]ν εἶπεν· ἐπειδὴ τῶν προγόνων τ[οῦ] | |
[βασιλέως Φαρνάκου φίλων] ὑπαρχόντων τοῦ δήμου τοῦ Ἀ[θηναί]- | |
10 | [ων — — — — — — — — — —]ι τὰ προγεγονότα φιλ̣[άνθρωπα — —] |
[— — — — — — — — — — — —]ν τε τὸν βασιλέα Ι[— — — — — —] | |
[— — — — — — — — — — ψήφ]ισμα ἀπο[δοῦναι — — — — — — —] | |
[— — — — — — — — — — — — —]ΜΒ[— — — — — — — — — — —] | |
lacuna | |
frg. b-d.14 | [οὐ μόνον πάντα τὰ καθυστεροῦντα χρήματα ἐ]πηγγείλατο [ἀποδώ]- |
15 | [σειν, ἀλλὰ τὸ μὲν τρίτον μέρος παραχρ]ῆμα, ἔδωκεν τοῖς πρεσβευταῖς, |
[τὰ δὲ λοιπὰ κατ’] ὀλίγον ὠιήθη δεῖν παραλαμβάνειν, καὶ πάλιν τ[ὰ] | |
[γενόμενα το]ῖς ἐλθοῦσιν συνέθηκεν καίπερ οὐκ εὐκαιρῶν, ἀλλὰ | |
[καὶ το]ὺς ἄλλους παρηιτημένος διὰ τὸ μήπω καθεστηκέναι τὰ πρά- | |
[γμ]ατα, ἐπήγγελται δὲ καὶ εἰς τὸ λοιπὸν ἐξαποστελεῖν κατὰ τὰ ὡμο- | |
20 | λογημένα πρότερον, ἀγαθεῖ τύχει, δεδόχθαι τεῖ βουλεῖ· τοὺς λαχόν- |
τας προέδρους ε[ἰς τὴν] ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τού- | |
των, γνώμην δὲ [ξυμβάλ]λεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ | |
τεῖ βουλεῖ ἐπαιν[έσαι μὲν] τὸν βασιλέα Φαρνάκην καὶ στεφανῶσαι χρυ- | |
σῶι στεφάνωι ἀρισ[τε]ίωι κατὰ τὸν νόμον καὶ ἀνειπεῖν τὸν στέφα- | |
25 | νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι |
καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμνικοῖς | |
ἀγῶσιν· ἐπεὶ δὲ καὶ προσήγγελται τὴν βασίλισσαν Νῦσαν βασιλέ- | |
ως Ἀντιόχου θυγατέρα συνωικηκέναι τῶι βασιλεῖ Φαρνάκει̣, καθῆκον | |
δ’ ἐστὶν Ἀθηναίους μεμνημένους ἐπ’ ἀγαθῶι καὶ τιμῶντας φαίνεσθαι | |
30 | τοὺς εὐεργέτας τοῦ δήμου καὶ τοὺς ἐξ εὐεργετῶν γεγονότας· ἐπαινέσαι |
τὴν βασί〚․․〛λισσαν {²⁶βασίλισσαν}²⁶ Νῦσαν βασιλέως Ἀντιόχου καὶ βασιλίσσης Λαοδί- | |
κης καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον καὶ ἀναγορεῦ- | |
σαι καὶ τοῦτον τὸν στέφανον Διονυσίων τε τῶν ἐν ἄστει τραγωιδῶν | |
τῶι καινῶι ἀγῶνι καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων | |
35 | τοῖς γυμνικοῖς ἀγῶσιν, στῆσαι δὲ τοῦ βασιλέως Φαρνάκου καὶ τῆς βα- |
σιλίσσης Νύσης ἑκατέρου εἰκόνα χαλκῆν καὶ ἀναθεῖναι ἐν Δή- | |
λωι· τῆς δὲ ἀναγορεύσεως τῶν στεφάνων καὶ τῶν εἰκόνων ἐπιμελη- | |
θῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικῶν· χειρο- | |
τονῆσαι δὲ τὸν δῆμον ἤδη τρεῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι- | |
40 | νες ἐπιμελήσονται τῆς κατασκευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκό- |
νων· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτα- | |
νείαν ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὰς εἰκόνας· εἰς δὲ τὴν ἀ[να]- | |
γραφὴν καὶ τὴν ἀνάθεσιν τῆς στήλης τὸ γενόμενον ἀνάλωμα μ[ερίσαι] | |
τὸν ταμίαν τῶν στρατιωτικῶν· ὅπως δ’ ἂν καὶ νῦν καθήκοντος τοῦ καιροῦ | |
45 | πενφθεῖ ὁ ἀποκομιῶν τὰ ἐπιβάλλοντα δοθῆναι ἀκολούθως τεῖ [τ]οῦ βασιλέ- |
ως αἱρέσει καὶ τοῖς γεγονόσιν ὑπ’ αὐτοῦ προστάγμασιν, χειροτονῆσαι | |
τὸν δῆμον ἤδη ἕνα ἄνδρα ἐξ Ἀθηναίων ἁπάντων, ὅστις ἀφικόμενος | |
πρὸς τὸν βασιλέα Φαρνάκην τό τε ψήφισμα ἀποδώσει καὶ προσαγορεύσει | |
[καὶ] αὐτὸν καὶ τὴν βασίλισσαν ὑπὲρ τοῦ δήμου καί, ἐὰν ἐν δυνατῶι εἶ, πα[ρα]- | |
50 | [λ]ήψεται τὰ γινόμενα μέρη τῶι ἐνιαυτῶι· ἀναγγέλλειν δὲ τῶι βασιλεῖ τὸν κ[ε]- |
[χ]ειροτονημένον, ὅτι ὁ δῆμ[ος π]ειράσεται μηθενὸς καταδεέστερον πρ[ο]- | |
[άγ]εσθαι τ[ῶ]ν ἄλλων [βασι]λέων, ἀλλὰ πάντα τὰ πρὸς δόξαν καὶ μνήμην | |
[αὐτῶι ἀνήκο]ντα συνκατασκευάσει καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις | |
[τῆς πό]λεως· τῶι δὲ χειροτονηθέντι ἀνδρὶ μερίσαι τὸ ἐφόδιον τὸν ταμίαν | |
55 | [τῶ]ν στρατιωτικῶν· ὁ ἀποδημήσων πρὸς τὸν βασιλέα Φαρνάκην κατὰ τὸ ψή- |
[φι]σμα κεχειροτόνηται Φιλόξενος Πειραιεύς· οἱ ἐπιμελησόμενοι τῆς κατα- | |
[σκ]ευῆς καὶ τῆς ἀναθέσεως τῶν εἰκόνων κατὰ τὸ ψήφισμα οἵδε κεχειροτόνην- | |
ται· Λέων Αἰξωνεύς, Φιλόξενος Πειραιεύς, Διονύσιος ἐγ Μυρρινούττης. | |
cit. 1.59 | ἡ βουλή, ὁ δῆμ̣ος |
60 | τὸν βασιλέα |
Φαρνάκην | |
cit. 2.63 | ἡ βουλή, ὁ δῆμος |
τὴν βασίλισ<⁶¹σαν>⁶¹ | |
65 | Νῦσαν. |