Dedication to Heros Iatros and decree concerning the melting down and recasting of dedications belonging to the cult as a single oinochoe, followed by an inventory of dedications.  Tall, pillar-shaped base of gray marble, in three fragments. Non-stoich. c. 29 and c. 34.
[ ] Attica — Athens — Od. Athinas (nr. Ag. Mavra) — 220/19 BC — IG II² 839 w. Add. p. 668 — F. Sokolowski, LSCG (1969) 41 (ll. 1-47)
See also:
1  Ἥρωϊ  Ἰατρῶι
Εὐκλῆς   Εὐνόμου
    Κεφαλῆθεν
    ἀνέθη̣κεν.
5 θεο[ί]·
ἐπὶ Θρασυφῶντος ἄρχοντος, [ἐπὶ τῆς Πανδι]-
ονίδος ἕκτης πρυτανείας, ἧι [— — c.8 — —]
του ΠαιανιεὺςV ἐγραμμάτε[υεν· δήμου ψη]-
φίσματα· Μαιμακτηριῶνος [— — c.9 — —]·
10 ἕκτει καὶ δεκάτει τῆς πρυτ[ανείας· ἐκκλη]-
σία κυρία ἐν τῶι θεάτ[ρ]ωι· τ[ῶν προέδρων]
ἐπεψήφιζεν Κλεόμαχος Λα[— — c.9 — —]
σιος καὶ συμπρόεδροι·        vacat
                ἔδοξεν τεῖ βουλ[εῖ]·
15 Ἐμπεδίων Εὐμήλου Εὐων[υμεὺς εἶπεν]·
ὑπὲρ ὧν τὴν πρόσοδον πε[ποίηται ὁ ἱερεὺς]
τοῦ Ἥρωος τοῦ Ἰατροῦ ΟΙΟ[— — c.9 — — ἐ]-
κ τῶν τύπων τῶν ἀνακει[μένων ἐν τῶι ἱερῶι]
καὶ τοῦ ἀργυρίου κατασ[κευασθῆι ἀνά]-
20 θη̣μα τῶι θεῶι <ο>ἰνοχόη [— — c.13 — —],
[ἀγα]θεῖ τύχει, δεδόχ[θαι τεῖ βουλεῖ· τοὺς]
[λαχ]όντας προέδ[ρους εἰς τὴν ἐπιοῦσαν]
[ἐκκ]λησίαν χρημα[τίσαι περὶ τούτων, γνώ]-
[μην] δὲ ξυμβάλλεσ[θαι τῆς βουλῆς εἰς τὸν]
25 [δῆμον], ὅ̣τι δοκ̣εῖ τ[εῖ βουλεῖ ἑλέσθαι τὸν]
[δῆ]μον [δύ]ο μὲ[ν ἄνδρας ἐξ Ἀρευπαγιτῶν],
[τ]ρεῖς δὲ ἐξ ἑαυτῶν̣, [οἵτινες μετά τε τοῦ]
[ἱ]ερέως καὶ τοῦ στρατηγο[ῦ τοῦ ἐπὶ τὴν]
[π]αρασκευὴν καὶ τοῦ ἀρχιτέκτονος το [ἐπὶ]
30 [τ]ὰ̣ ἱερὰ καθελόντες τοὺς τύπους καὶ εἴ τι
[ἄ]λλο ἐστὶν ἀργυροῦν ἢ χρυσοῦν καὶ τὸ
[ἀ]ργύριον τὸ ἀνακείμενον στήσαντες
[κ]ατασκευάσουσι τῶι θεῶι ἀνάθημα ὡς
ἂν δύνωνται κάλλιστον, καὶ ἀναθήσου-
35 σιν ἐπιγράψαντες «ἡ βουλὴ ἡ ἐπὶ Θρασυφῶν̣-
τος ἄρχοντος ἀπὸ τῶν ἀναθημάτων Ἥρω[ϊ]
Ἰατρῶι»· ἀναγραψάτωσαν δὲ οἱ αἱρεθέ[ν]-
τες τὰ ὀνόματα τῶν ἀνατεθηκότων ἐν
τῶι ἱερῶι καὶ σταθμὸν εἰς στήλην λιθί%⁸⁰-
40 νην καὶ στησάτωσαν ἐν τῶι ἱερῶι· ἃ δὲ ἂν
οἰκονομήσωσιν, λόγον καταβαλέσθαι αὐ-
τούς· v ἑλέσθαι δὲ καὶ δημόσιον τὸν ἀντι-
γραψόμενον, ὅπως ἂν τούτων γενομένων
ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλεῖ καὶ τῶ[ι]
45 δήμωι τὰ πρὸς τοὺς θεούς· v θῦσαι δὲ τῶι θε-
ῶι ἀρεστήριον ἀπὸ πέντε καὶ δέκα δρα-
χμῶν· vvv ἐπὶ τὴν κατασκευὴν τῆς οἰνο-
χόης τῶι Ἥρωϊ τῶι Ἰατρῶι ἐξ Ἀθηναίων ἁ%⁸⁰-
πάντων κεχειροτόνηνται v Γλαυκέτης Κη-
50 φ̣ι̣σιεύς, v Σωγένης Ἰκαριεύς, v Κόνων Ἀλω-
πεκῆθεν· v ἐξ Ἀρευπαγιτῶν v Θέογνις Κυδα-
θηναιεύς, vv Χάρης Ἀφιδναῖος, v δημόσιο[ς]
κ̣ε̣[χει]ροτόνηται v Δημήτριος.    vacat
                                    vacat 0,022
54 [ἐ]ν τ[ῶ]ι τοῦ Ἥρωος τοῦ Ἰατροῦ τὰ καθαιρεθέντα
55 εἰς̣ τὸ ἀνάθημα· vv ἀργυρᾶ· v τετρᾶχμον ὃ ἀνέ-
θηκεν Καλλίστρατος· v τύπον ὃν ἀνέθηκε Λα-
μίδιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος ὑπὲρ τοῦ
παιδίου· v τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v
τύπον ὃν ἀνέθηκεν Λαμίδιον· τύπον ὃν ἀνέθη-
60 κεν Ἀσφαλίων· v τύπον ὃν ἀνέθηκεν Νικοκλῆ[ς]·
τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀν̣έ-
θηκε Φιλιστίς· v τύπον κ̣αὶ ἀσπίδ̣ιον̣ ὃ ἀνέθη̣%⁸⁰-
κεν Εὔθιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος· μηροὺ[ς]
δύο οὓς ἀνέθηκεν Ξενοκλῆς· v τύπον ὃν ἀνέθ̣η-
65 κεν Εὔκλεια· v τύπον ὃν ἀνέθηκεν Ὀλυμπίς· v
τύπον ὃν ἀνέθηκε Καλλίστιον· v ὀφθαλμοὺς v
οὓς ἀνέθηκεν Κτήσων· v τύπον ὃν ἀνέθηκε Καλλί[σ]-
τιον· v δραχμαὶ ἕξ· v τ̣ετρᾶ[χμον] νεπίγραφον·
τύπον ὃν ἀνέθηκεν Κ[αλλ][σ]τ[ι]ον· μ̣ηρο̣ὺ̣ς̣ οὓς ἀ-
70 [ν]έθηκεν Σπινθήρ· τύπον ὃν ἀνέθηκε Πατροκλ[․․]·
[ὀφθ]αλμοὺς οὓς ἀνέθηκε Λαμίδιον· v ὀφθαλμοὺς v
[οὓς] ἀνέθηκε Φιλοστράτη· ἀκροστόλιον ὃ ἀ̣ν[έ]-
[θηκ]ε Θεό[δ]οτος· v τύπον ὃν ἀνέθηκε Σόφον· v στ-
[θος] ὃ ἀνέθηκε Πύρων· τύπον ὃν ἀνέθηκε Μοσχ[․․]
75 [ὑπ]ὲρ Καλλιστράτης καὶ Καλλίππου· v τύπον ὃν [ἀ]-
νέθηκεν Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν v
Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν Καλλίστι[ον]·
τύπον <ὃν> ἀνέθηκε Καλλίστιον· v χεὶρ ἣν ἀνέθη[κε]
Νικοστράτη· v τυπία δύο <ἃ> ἀνέθηκεν Εὐκλῆς.
                                      vacat 0,022
80 ἀργυρίου δραχμὰς v Δ𐅃𐅂𐅂𐅂 v τύπων ὁλκὴ ΗΔ𐅃𐅂
φιάλη ὁλκὴ v Η v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂𐅂𐅂 v ἀπὸ τ̣ού-
του ἀρεστήριον κατὰ τὸ ψήφισμα v Δ𐅃 v καὶ συν-
χωνευθέντων τῶν τυπίων καὶ τῆς φιάλης v
ἀπουσία v Δ𐅂𐅂 v καὶ εἰς ἀναγραφὴν τῆς στήλης
85 𐅃𐅂𐅂𐅂ΙΙΙ v ἔργαστρα τῆς οἰνοχόης v Δ𐅂𐅂 v ἡ οἰνοχό-
η ἄγει v Η𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂 v λοι-
πὸν v 𐅂𐅂 v τοῦτο κατασκευασάμενοι ἀναθήσ̣ο-
μεν τύπον.             vacat
Search Help
Contact Us