Dedication to Heros Iatros and decree concerning the melting down and recasting of dedications belonging to the cult as a single oinochoe, followed by an inventory of dedications. Tall, pillar-shaped base of gray marble, in three fragments. Non-stoich. c. 29 and c. 34.
[ ]
Attica — Athens — Od. Athinas (nr. Ag. Mavra) — 220/19 BC — IG II² 839 w. Add. p. 668 — F. Sokolowski, LSCG (1969) 41 (ll. 1-47)
See also:
| 1 | Ἥρωϊ Ἰατρῶι |
| Εὐκλῆς Εὐνόμου | |
| Κεφαλῆθεν | |
| ἀνέθη̣κεν. | |
| 5 | θεο[ί]· |
| ἐπὶ Θρασυφῶντος ἄρχοντος, [ἐπὶ τῆς Πανδι]- | |
| ονίδος ἕκτης πρυτανείας, ἧι [— — c.8 — —] | |
| του ΠαιανιεὺςV ἐγραμμάτε[υεν· δήμου ψη]- | |
| φίσματα· Μαιμακτηριῶνος [— — c.9 — —]· | |
| 10 | ἕκτει καὶ δεκάτει τῆς πρυτ[ανείας· ἐκκλη]- |
| σία κυρία ἐν τῶι θεάτ[ρ]ωι· τ[ῶν προέδρων] | |
| ἐπεψήφιζεν Κλεόμαχος Λα[— — c.9 — —] | |
| σιος καὶ συμπρόεδροι· vacat | |
| ἔδοξεν τεῖ βουλ[εῖ]· | |
| 15 | Ἐμπεδίων Εὐμήλου Εὐων[υμεὺς εἶπεν]· |
| ὑπὲρ ὧν τὴν πρόσοδον πε[ποίηται ὁ ἱερεὺς] | |
| τοῦ Ἥρωος τοῦ Ἰατροῦ ΟΙΟ[— — c.9 — — ἐ]- | |
| κ τῶν τύπων τῶν ἀνακει[μένων ἐν τῶι ἱερῶι] | |
| καὶ τοῦ ἀργυρίου κατασ[κευασθῆι ἀνά]- | |
| 20 | θη̣μα τῶι θεῶι <ο>ἰνοχόη [— — c.13 — —], |
| [ἀγα]θεῖ τύχει, δεδόχ[θαι τεῖ βουλεῖ· τοὺς] | |
| [λαχ]όντας προέδ[ρους εἰς τὴν ἐπιοῦσαν] | |
| [ἐκκ]λησίαν χρημα[τίσαι περὶ τούτων, γνώ]- | |
| [μην] δὲ ξυμβάλλεσ[θαι τῆς βουλῆς εἰς τὸν] | |
| 25 | [δῆμον], ὅ̣τι δοκ̣εῖ τ[εῖ βουλεῖ ἑλέσθαι τὸν] |
| [δῆ]μον [δύ]ο μὲ[ν ἄνδρας ἐξ Ἀρευπαγιτῶν], | |
| [τ]ρεῖς δὲ ἐξ ἑαυτῶν̣, [οἵτινες μετά τε τοῦ] | |
| [ἱ]ερέως καὶ τοῦ στρατηγο[ῦ τοῦ ἐπὶ τὴν] | |
| [π]αρασκευὴν καὶ τοῦ ἀρχιτέκτονος τοῦ [ἐπὶ] | |
| 30 | [τ]ὰ̣ ἱερὰ καθελόντες τοὺς τύπους καὶ εἴ τι |
| [ἄ]λλο ἐστὶν ἀργυροῦν ἢ χρυσοῦν καὶ τὸ | |
| [ἀ]ργύριον τὸ ἀνακείμενον στήσαντες | |
| [κ]ατασκευάσουσι τῶι θεῶι ἀνάθημα ὡς | |
| ἂν δύνωνται κάλλιστον, καὶ ἀναθήσου- | |
| 35 | σιν ἐπιγράψαντες «ἡ βουλὴ ἡ ἐπὶ Θρασυφῶν̣- |
| τος ἄρχοντος ἀπὸ τῶν ἀναθημάτων Ἥρω[ϊ] | |
| Ἰατρῶι»· ἀναγραψάτωσαν δὲ οἱ αἱρεθέ[ν]- | |
| τες τὰ ὀνόματα τῶν ἀνατεθηκότων ἐν | |
| τῶι ἱερῶι καὶ σταθμὸν εἰς στήλην λιθί%⁸⁰- | |
| 40 | νην καὶ στησάτωσαν ἐν τῶι ἱερῶι· ἃ δὲ ἂν |
| οἰκονομήσωσιν, λόγον καταβαλέσθαι αὐ- | |
| τούς· v ἑλέσθαι δὲ καὶ δημόσιον τὸν ἀντι- | |
| γραψόμενον, ὅπως ἂν τούτων γενομένων | |
| ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλεῖ καὶ τῶ[ι] | |
| 45 | δήμωι τὰ πρὸς τοὺς θεούς· v θῦσαι δὲ τῶι θε- |
| ῶι ἀρεστήριον ἀπὸ πέντε καὶ δέκα δρα- | |
| χμῶν· vvv ἐπὶ τὴν κατασκευὴν τῆς οἰνο- | |
| χόης τῶι Ἥρωϊ τῶι Ἰατρῶι ἐξ Ἀθηναίων ἁ%⁸⁰- | |
| πάντων κεχειροτόνηνται v Γλαυκέτης Κη- | |
| 50 | φ̣ι̣σιεύς, v Σωγένης Ἰκαριεύς, v Κόνων Ἀλω- |
| πεκῆθεν· v ἐξ Ἀρευπαγιτῶν v Θέογνις Κυδα- | |
| θηναιεύς, vv Χάρης Ἀφιδναῖος, v δημόσιο[ς] | |
| κ̣ε̣[χει]ροτόνηται v Δημήτριος. vacat | |
| vacat 0,022 | |
| 54 | [ἐ]ν τ[ῶ]ι τοῦ Ἥρωος τοῦ Ἰατροῦ τὰ καθαιρεθέντα |
| 55 | εἰς̣ τὸ ἀνάθημα· vv ἀργυρᾶ· v τετρᾶχμον ὃ ἀνέ- |
| θηκεν Καλλίστρατος· v τύπον ὃν ἀνέθηκε Λα- | |
| μίδιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος ὑπὲρ τοῦ | |
| παιδίου· v τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v | |
| τύπον ὃν ἀνέθηκεν Λαμίδιον· τύπον ὃν ἀνέθη- | |
| 60 | κεν Ἀσφαλίων· v τύπον ὃν ἀνέθηκεν Νικοκλῆ[ς]· |
| τύπον ὃν ἀνέθηκεν Καλλίστιον· v τύπον ὃν ἀν̣έ- | |
| θηκε Φιλιστίς· v τύπον κ̣αὶ ἀσπίδ̣ιον̣ ὃ ἀνέθη̣%⁸⁰- | |
| κεν Εὔθιον· v τύπον ὃν ἀνέθηκεν Ζωΐλος· μηροὺ[ς] | |
| δύο οὓς ἀνέθηκεν Ξενοκλῆς· v τύπον ὃν ἀνέθ̣η- | |
| 65 | κεν Εὔκλεια· v τύπον ὃν ἀνέθηκεν Ὀλυμπίς· v |
| τύπον ὃν ἀνέθηκε Καλλίστιον· v ὀφθαλμοὺς v | |
| οὓς ἀνέθηκεν Κτήσων· v τύπον ὃν ἀνέθηκε Καλλί[σ]- | |
| τιον· v δραχμαὶ ἕξ· v τ̣ετρᾶ[χμον] ἀνεπίγραφον· | |
| τύπον ὃν ἀνέθηκεν Κ[αλλ]ί[σ]τ[ι]ον· μ̣ηρο̣ὺ̣ς̣ οὓς ἀ- | |
| 70 | [ν]έθηκεν Σπινθήρ· τύπον ὃν ἀνέθηκε Πατροκλ[․․]· |
| [ὀφθ]αλμοὺς οὓς ἀνέθηκε Λαμίδιον· v ὀφθαλμοὺς v | |
| [οὓς] ἀνέθηκε Φιλοστράτη· ἀκροστόλιον ὃ ἀ̣ν[έ]- | |
| [θηκ]ε Θεό[δ]οτος· v τύπον ὃν ἀνέθηκε Σόφον· v στῆ- | |
| [θος] ὃ ἀνέθηκε Πύρων· τύπον ὃν ἀνέθηκε Μοσχ[․․] | |
| 75 | [ὑπ]ὲρ Καλλιστράτης καὶ Καλλίππου· v τύπον ὃν [ἀ]- |
| νέθηκεν Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν v | |
| Καλλίστιον· v τύπον ὃν ἀνέθηκεν Καλλίστι[ον]· | |
| τύπον <ὃν> ἀνέθηκε Καλλίστιον· v χεὶρ ἣν ἀνέθη[κε] | |
| Νικοστράτη· v τυπία δύο <ἃ> ἀνέθηκεν Εὐκλῆς. | |
| vacat 0,022 | |
| 80 | ἀργυρίου δραχμὰς v Δ𐅃𐅂𐅂𐅂 v τύπων ὁλκὴ ΗΔ𐅃𐅂 |
| φιάλη ὁλκὴ v Η v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂𐅂𐅂 v ἀπὸ τ̣ού- | |
| του ἀρεστήριον κατὰ τὸ ψήφισμα v Δ𐅃 v καὶ συν- | |
| χωνευθέντων τῶν τυπίων καὶ τῆς φιάλης v | |
| ἀπουσία v Δ𐅂𐅂 v καὶ εἰς ἀναγραφὴν τῆς στήλης | |
| 85 | 𐅃𐅂𐅂𐅂ΙΙΙ v ἔργαστρα τῆς οἰνοχόης v Δ𐅂𐅂 v ἡ οἰνοχό- |
| η ἄγει v Η𐅄ΔΔΔ𐅂𐅂𐅂ΙΙΙ v κεφάλαιον v ΗΗΔΔΔ𐅂𐅂 v λοι- | |
| πὸν v 𐅂𐅂 v τοῦτο κατασκευασάμενοι ἀναθήσ̣ο- | |
| μεν τύπον. vacat |