Decree of Gonnoi concerning the selection of a theorodokos and decree of Athens concerning honors for theorodokoi. Stele of gray marble, broken at the bottom. Non-stoich. c. 25.
[ ]
Thessalia — Gonnoi — ca. 225 BC — ArchEph (1914) 167, 232 — B. Helly, Gonnoi II (1973) 109
See also:
I.1 | ἔδοξε τῆι πόλει τῆι Γοννέων· [θεω]- |
ροδόκον ἑλέσθαι κατὰ τὸ ψήφισ[%⁸⁰]- | |
μα, ὃ ἤνεγκαν οἱ θεωροὶ τῶν Ἀθηνα̣[ί]- | |
ων Σωσιγένης καὶ Ἀρχεπτόλεμος, | |
5 | καὶ ἀναγράψαι τὸ ψήφισμα εἰστή- |
λην λιθίνην καὶ θεῖναι εἰς τὸ ἱε%⁸⁰- | |
ρὸν τῆς Ἀθηνᾶς· θεωροδόκος Νί- | |
καιος Ἀριστοκράτους ἑκὼν προσ- | |
II.9 | εδέξατο· κύριον. Εὐκλῆς Εὐκλέου |
10 | Ποτάμιος εἶπεν· ἐπειδή τινες τοὺς |
ὑπὸ τῆς πόλεως ἐκπεμπομένους | |
σπονδοφόρους θεωροδοκοῦντες | |
φανερὰν καθιστᾶσι τὴν πρὸς τὸν | |
δῆμον εὔνοιαν καὶ φιλανθρωπίαν, | |
15 | καθήκει δὲ τῶι δήμωι μηθενὸς λεί%⁸⁰- |
πεσθαι τῶν εἰς τιμὴν καὶ χάριν ἀνη- | |
κόντων πρὸς τοὺς εὐεργετεῖν τὸν | |
δῆμον αἱρουμένους, τύχῃ ἀγαθῆι, | |
δεδόχθαι τῆι βουλῆι· τοὺς προέ%⁸⁰%⁸⁰%⁸⁰- | |
20 | δρους, οἵτινες ἂν λ<ά>χωσιν προεδρεύ- |
ειν εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν | |
χρηματίσαι περὶ τούτων, γνώ%⁸⁰%⁸⁰- | |
μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς | |
εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βου%⁸⁰- | |
25 | λῆι, ὅσοι θεωροδοκοῦντες τυγ%⁸⁰- |
χάνουσιν ἐν ταῖς πόλεσιν ταῖς | |
ἀποδεδειγμέναις σπονδὰς vv | |
τῶν τε Ἐλευσινίων καὶ Παναθη- | |
ναίων καὶ Μυστηρίων, ὑπάρχειμ | |
30 | μὲν αὐτοὺς ἤδη προξένους vv |
τοῦ δήμου τοῦ Ἀθηναίων· εἶναι | |
δὲ αὐτοῖς φιλοτιμουμένοις v | |
εἰς τὴν πόλιν καὶ ἄλλο ἀγαθὸν | |
εὑρέσθαι παρὰ τοῦ δήμου, ὅτου | |
35 | ἂν δοκῶσιν ἄξιοι εἶναι· τοὺς δὲ v |
σπονδοφόρους τοὺς ἐπαγγέλ<λ>ον- | |
τας τά τε Ἐλευσίνια καὶ τὰ Πα- | |
ναθήναια καὶ τὰ Μυστήρια προσαπο- | |
φέρειν εἰς τὸ Μητρῶιον ἐν τοῖς λό- | |
40 | γοις τὰ ὀνόματα τῶν θεωροδο%⁸⁰%⁸⁰- |
κούντων πατρόθεν, ὅταν καὶ vv | |
τὰς πόλεις τὰς ἀποδεξαμένας | |
[τ]ὰ̣ς σπονδὰς ἀποφέρωσιν· ὅπως | |
[ἂν] τούτων γινομένων οἵ τε φιλο- | |
45 | [τίμως π]ρ̣ὸς τὴν πόλιν διακείμε- |
[νοι φανεροὶ] κα̣θιστῶνται καὶ ὁ δῆ- | |
[μος — — — — —]ο̣ς φαίνηται vv | |
[— — — — — — — — — — — —] |