1 | [Ἐ]παμείνων Ἀμεινίου εἶπεν· ἐπειδή τι- |
[ν]ες ἐναντία τῶι ὅρκωι ὃν ὤμοσαν καὶ τε[ῖ] | |
ἀρᾶι ἣν Εἰκαδεὺς ἐπηράσατο διατελ- | |
οῦσι πράττοντες καὶ λέγοντες κατὰ Ε- | |
5 | ἰκαδέων ἐπὶ βλάβει τῶν κοινῶν τῶν |
Εἰκαδέων, ἀφ’ ὧν τὰ ἱερὰ τοῖς θεοῖς θ- | |
ύουσιν Εἰκαδέες καὶ τοῖς δικαζομέν- | |
οις Εἰκαδεῦσιν συνδικοῦσιν ὑπε- | |
ναντία τοῖς Εἰκαδεῦσιν καὶ μεμαρ- | |
10 | τυρήκασιν ἐπὶ τοῦ δικαστηρίου ἐ- |
πὶ βλάβει τοῦ κοινοῦ τοῦ Εἰκαδέων | |
ψευδεῖς μαρτυρίας, ἑλέσθαι τρεῖς | |
ἄνδρας ἤδη ἐξ Εἰκαδέων οἵτινες | |
συναγωνιοῦνται τῶι ἐπεσκημμέν- | |
15 | ωι ταῖς μαρτυρίαις Πολυξένωι, ὅπω- |
ς ἂν δίκην διδῶσιν οἱ τὰ ψευδῆ μαρτ- | |
υροῦντες· ἐπαινέσαι δὲ Πολύξενον | |
Διοδώρου καὶ στεφανῶσαι χρυσῶι στ- | |
εφάνωι ὅτι δίκαιός ἐστιν περὶ τὰ κοι- | |
20 | νὰ τὰ Εἰκαδέων καὶ ἐπεσκήψατο τοῖς |
μάρτυσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
μα τοὺς ἄρχοντας τοὺς ἐφ’ Ἡγησίου ἄρ- | |
χοντος εἰς στήλην λιθίνην καὶ στῆσ- | |
αι ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος τοῦ Πα- | |
25 | ρνησσίου. |
IG II²
1258