| 1 | [Ἐ]παμείνων Ἀμεινίου εἶπεν· ἐπειδή τι- |
| [ν]ες ἐναντία τῶι ὅρκωι ὃν ὤμοσαν καὶ τε[ῖ] | |
| ἀρᾶι ἣν Εἰκαδεὺς ἐπηράσατο διατελ- | |
| οῦσι πράττοντες καὶ λέγοντες κατὰ Ε- | |
| 5 | ἰκαδέων ἐπὶ βλάβει τῶν κοινῶν τῶν |
| Εἰκαδέων, ἀφ’ ὧν τὰ ἱερὰ τοῖς θεοῖς θ- | |
| ύουσιν Εἰκαδέες καὶ τοῖς δικαζομέν- | |
| οις Εἰκαδεῦσιν συνδικοῦσιν ὑπε- | |
| ναντία τοῖς Εἰκαδεῦσιν καὶ μεμαρ- | |
| 10 | τυρήκασιν ἐπὶ τοῦ δικαστηρίου ἐ- |
| πὶ βλάβει τοῦ κοινοῦ τοῦ Εἰκαδέων | |
| ψευδεῖς μαρτυρίας, ἑλέσθαι τρεῖς | |
| ἄνδρας ἤδη ἐξ Εἰκαδέων οἵτινες | |
| συναγωνιοῦνται τῶι ἐπεσκημμέν- | |
| 15 | ωι ταῖς μαρτυρίαις Πολυξένωι, ὅπω- |
| ς ἂν δίκην διδῶσιν οἱ τὰ ψευδῆ μαρτ- | |
| υροῦντες· ἐπαινέσαι δὲ Πολύξενον | |
| Διοδώρου καὶ στεφανῶσαι χρυσῶι στ- | |
| εφάνωι ὅτι δίκαιός ἐστιν περὶ τὰ κοι- | |
| 20 | νὰ τὰ Εἰκαδέων καὶ ἐπεσκήψατο τοῖς |
| μάρτυσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- | |
| μα τοὺς ἄρχοντας τοὺς ἐφ’ Ἡγησίου ἄρ- | |
| χοντος εἰς στήλην λιθίνην καὶ στῆσ- | |
| αι ἐν τῶι ἱερῶ̣ι̣ τοῦ Ἀπόλλωνος τοῦ Πα- | |
| 25 | ρνησσίου. |
IG II²
1258