Proxeny decree for Sopatros of Akragas.  Stele of gray marble, in three joining fragments, broken at the top and bottom. Stoich. 22.
[ ] Attica — Athens — Akropolis, north slope of — 337-325 BC — Hesperia 43 (1974) 322, 3 — SEG 54.170
[— — — — — — — — — — —]
ἔδοξ[εν τῶι δήμωι· Λυκοῦργο]-
ς Λυκό[φρονος Βουτάδης εἶπ]-
εν· περ[ὶ ὧν ἡ βουλὴ προεβούλ]-
ευσεν ἐψ̣φ]σθαι τ[ῶι δήμωι],
5 ἐπειδὴ Σώ̣πατρος Φιλιστ̣[ίω]-
νος Ἀκραγαντῖνος ἐνδεί[κν]-
υται τὴν εὔνοιαν, ἣν ἔχει π[ρ]-
[ὸ]ς̣ Ἀθην[αί]ους, ἐπιμελούμεν-
[ος] καὶ π[ρ]άττων, ὅπως ἂν ὡς ἀφ-
10 [θ]ονώτα[τ]ος Ἀθήναζε κομίζη-
ται σῖτ[ο]ς, ἐπαινέσαι αὐτὸν
εὐνοίας ἕνεκα τῆς εἰς τὸν δ-
[ῆ]μον τ[ὸ]ν Ἀθηναίων· εἶναι δ[ὲ]
[π]ρόξενον καὶ εὐεργέτην α[ὐ]-
15 [τ]ὸν καὶ ἐκγόνους τοῦ δήμο[υ]
[τ]οῦ Ἀθηναίων καὶ εἶναι αὐ[τ]-
ῶι ἔνκτησιν· ἀναγράψαι δὲ τ-
όδε τὸ ψήφισμα ἐν στήληι λ[ι]-
θίνηι τὸγ γραμματέα τὸν κ[α]-
20 τὰ πρυτανείαν καὶ στῆσαι [ἐ]-
ν ἀκροπόλει· εἰς δὲ τὴν ἀναγ̣-
ραφὴν τῆς στήλης δοῦναι τὸ-
ν ταμίαν τοῦ δήμου ∶ ΔΔΔ ∶ δρ-
αχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφ-
25 σματα ἀναλισκομένων τῶι
δήμωι· καλέσαι δὲ καὶ ἐπὶ ξέ-
[ν]ια Σώπατρον εἰς τὸ πρυτα[ν]-
εῖον εἰς αὔριον καὶ καταν[ε]-
[ῖ]μαι θέαν αὐτῶι τὸν ἀρχιτέ-
30 κτονα εἰς τὰ Διονύσια.  vac.
          vacat 0,04
Search Help
Contact Us