Proxeny decree for Euboeans Ampheritos, Herakleiodoros, and others. Stele of white marble, preserved on the right and at the back. Stoich. 37.
[ ]
Attica — Athens — Akropolis — ca. 348 BC? — IG II² 149 — M. Dreher, Hegemon (1995) 180-197 — ZPE 158 (2006) 129, 24 (cf.)
See also:
1 | [— — — — — — — — — — — — — —] |
[․․․․․․․․․18․․․․․․․․․]ΙΟ#⁷[․․․]ΙΠΙ[․․․․․10․․․․․] | |
[․․․․․․․15․․․․․․․․] τ̣οὺς ἀδικουμ[ένους ․․․6․․․] | |
[․․․․․․13․․․․․․․ βο]υλεύσασθαι κ̣α̣ὶ̣ [․]Ρ̣[․․․7․․․․] | |
[․․․․․․․15․․․․․․․․]Σ[․], ὅπως μηδεὶς ἀδικῆται [κα]- | |
5 | [ὶ φυλάττηται ἡ φιλ]ία καὶ ἡ συνμαχία τῶι δήμω[ι] |
[τῶι Ἀθηναίων καὶ τ]οῖς Εὐβοιεῦσιν· ἐπαινέσαι | |
[δὲ ․․․7․․․․ καὶ Ἀμφ]ήριτον καὶ Ἡρακλειόδωρον | |
[․․․․․․12․․․․․․, ὅτι] πρόθυμοι ἦσαν περὶ τὸν δῆμ- | |
[ον τὸν Ἀθηναίων κα]ὶ ἐποίουν ὅ τι ἐδύναντο ἀγα- | |
10 | [θόν, καὶ εἶναι αὐτο]ὺς καὶ ἐγγόνους προξένους |
[καὶ εὐεργέτας τοῦ] δήμο το͂ Ἀθηναίων· ἐπαινέσαι | |
[δὲ τοὺς πρέσβεις τ]ῶν Ἀθηναίων τὸς πεμφθέντας | |
[․․․․․․13․․․․․․․ το]ὺ̣ς ἐκ τῶν συνμάχων καὶ καλέ- | |
[σαι ἐπὶ δεῖπνον ἐς τ]<ὸ> π<ρ>υτανεῖον εἰς αὔριον· ἀ- | |
15 | [ποδοῦναι δὲ εἰς ἐφό]δια τοῖς πρέσβεσι τὸν ταμ- |
[ίαν τοῦ δήμου ἐκ τῶ]ν κατὰ ψηφίσματα ἀναλισκο- | |
[μένων τῶι δήμωι τρ]ιάκοντα δραχμὰς ἑκάστωι· ἀ- | |
[ναγράψαι δὲ καὶ τὴ]ν προξενίαν, ἐὰν καὶ τῶι δήμ- | |
[ωι δοκῆι, τὸν γραμμ]ατέα τῆς βουλῆς ἐν στήληι λ- | |
20 | [ιθίνηι καὶ στῆσαι] ἐν ἀκροπόλει δέκα ἡμερῶν· εἰ- |
[ς δὲ τὴν ἀναγραφὴν] τῆς στήλης δοῦναι τὸν ταμί- | |
[αν τοῦ δήμου εἴκοσ]ι δραχμὰς ἐκ τῶν κατὰ ψηφίσ- | |
[ματα ἀναλισκομέ]νων τῶι δήμωι· εἶναι δὲ τοῖς | |
[․․․․․11․․․․․․ κομιδ]ὴν τῶν ἀκίδων, καθὰ ἐπαγγέλ- | |
25 | [λουσιν. vacat? ] vacat 0,02 |