Five decrees in honor of Herakleides of Salamis.  Stele of white marble, nearly intact. Stoich. 39 (ll. 2-66).
[ ] Attica — Athens — Akropolis — 325/4 BC — IG II² 360 w. Add. p. 660 — C.J. Schwenk, Athens (1985) 334, 68 — Rhodes and Osborne, GHI (2003) 95
cymatium.1      θεο[ί]·
V.2      ἐπ’ Ἀντικλ<έ>ους ἄρχοντος, ἐπὶ τῆς Αἰγεῖδος πέμπτ-
     ης πρυτανείας, ἧι Ἀντιφῶν Κοροίβου Ἐλευσί(νιος)VIII ἐγρα-
     μμάτευεν· ἑνδεκάτηι· τετάρτηι καὶ τριακοστῆι τῆς πρυταν-
5      είας· τῶμ προέδρων ἐπεψήφιζ̣εν Φίλυλλος Ἐλευσί(νιος)·
     Δημοσθένης Δημοκλέους Λαμπτρεὺς εἶπεν· ἐπειδ-
     ὴ Ἡρακλείδης Σαλαμίνιος διατελεῖ φιλοτιμούμ-
     ενος πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ ποιῶν ὅ τι δ-
     ύναται ἀγαθόν, <κ>αὶ πρότερόν τε ἐπέδωκεν ἐν τῆι σ-
10      πανοσιτίαι ∶ ΧΧΧ ∶ μεδίμνους πυρῶν ∶ 𐅃 ∶ δράχμου-
     ς πρῶτος τῶν καταπλευσάντων ἐνπόρων, καὶ πάλιν,
     ὅτε αἱ ἐπιδόσεις ἦσαν, ἐπέδωκε ∶ ΧΧΧ ∶ δραχμὰς εἰ-
     ς σιτωνίαν, καὶ τὰ ἄλλα διατελεῖ εὔνους ὢν καὶ φι-
     λοτιμούμενος πρὸς τὸν δῆμον, δεδόχθαι τῶι δήμω-
15      ι· ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλαμίνι-
     ον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκ-
     α καὶ φιλοτιμίας τῆς πρὸς τὸν δῆμον τὸν Ἀθηναίων·
     εἶναι δ’ αὐτὸν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου
     τοῦ Ἀθηναίων αὐτὸν καὶ ἐγγόνους· εἶναι δ’ αὐτοῖς
20      καὶ γῆς καὶ οἰκίας ἔνκτησιν κατὰ τὸν νόμον καὶ σ-
     τρατεύεσθαι αὐτοὺς τὰς στρατείας καὶ εἰσφέρε-
     ιν τὰς εἰσφορὰς μετὰ Ἀθηναίων· ἀναγράψαι δὲ τόδ-
     ε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν
     καὶ τοὺς ἄλλους ἐπαίνους τοὺς γεγενημένους αὐ-
25      τῶι ἐν στήληι λιθίνει καὶ στῆσαι ἐν ἀκροπόλει· ε-
     ἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμία-
     ν ΔΔΔ δραχμὰς ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματ’ ἀναλισ-
⸏κομένων τῶι δήμωι.     vacat
III.29      Τηλέμαχος Θεαγγέλου Ἀχαρνεὺς εἶπεν· ἐπειδὴ Ἡρ-
30      ακλείδης Σαλαμίνιος ἐπέδωκεν τὸν σῖτον τῶι δή-
     μωι πεντέδραχμον πρῶτος τῶν καταπλευσάντων ἐ-
     μπόρων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος, ἐψηφίσθαι τῶ-
     ι δήμωι ἐπαινέσαι Ἡρακλείδην Χαρικλείδου Σαλ-
     αμίνιον καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι
35      φιλοτιμίας ἕνεκα τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίω-
     ν· ἐπειδὴ δὲ καταχθεὶς ὑπὸ Ἡρακλεωτῶν πλέων Ἀθή-
     ναζε παρειρέθη τὰ ἱστία ὑπ’ αὐτῶν, ἑλέσθαι πρεσβ-
     ευτὴν ἕνα ἄνδρα ἐξ Ἀθηναίων <⁶¹ἁπάντων, ὅστις ἀφικόμενο>⁶¹ς ε-
     ἰς Ἡράκλειαν ὡς Διονύσιον ἀξιώσει ἀποδοῦναι τ-
40      ὰ ἱστία τὰ Ἡρακλείδου καὶ τὸ λοιπὸν μηδέν’ ἀδικε-
     ῖν τῶν Ἀθήναζε πλεόντων· καὶ ταῦτα ποιῶν τά τε δί-
     καια ποιήσει καὶ οὐθεν<⁶¹ὸς ἀτυχ>⁶¹ήσει τοῦ δήμου 〚τ̣[ο]ῦ̣ Ἀ̣〛-
     〚θηναίων〛 τῶν δικαίων· δοῦναι δὲ τῶι αἱρεθέντ<⁶¹ι πρεσβευ>⁶¹-
     <⁶¹τεῖ εἰς ἐφόδι>⁶¹α τὸν ταμίαν τοῦ δήμου ∶ 𐅄∶ δραχμὰς ἐκ τῶ-
45      ν κατὰ ψηφίσματ’ ἀναλισκομένων τῶι δήμωι. εἱρέθ-
     η πρεσβευτὴς Θηβαγένης Ἐλευσίνιος.  vacat
I.47      Τηλέμαχος Θεαγγέλου Ἀχαρ(νεὺς) εἶπεν· ἐψηφίσθαι τῶι
     δήμωι τὴμ βουλὴν προβουλεύσασαν ἐξενεγκεῖν ε-
     ἰς τὴν πρώτην ἐκκλησίαν περὶ Ἡρακλείδου, καθότ-
50      ι εὑρήσεται, ἄν τι δύνηται ἀγαθὸν παρὰ τοῦ δήμου
⸏τοῦ Ἀθηναίων.                         vacat
II.52      Κηφισόδοτος Εὐαρχίδου Ἀχαρνεὺς εἶπεν· περὶ ὧν ὁ
     δῆμος προσέταξεν τῆι βουλῆι προβουλεῦσαι περ-
     ὶ Ἡρακλείδου τοῦ Σαλαμινίου, δεδόχθαι τῆι βουλ-
55      ῆι· ἐπειδὴ Ἡρακλείδης καταπλεύσας Ἀθήναζε σῖτ-
     ον ἄγων ἐπέδωκεν τῶι δήμωι τρισχιλίους μεδίμν-
     ους πέντε δραχμῶν <⁶¹ἕκαστον, τοὺς προέ>⁶¹δρους, οἳ ἂν λάχωσι-
     ν προεδρεύειν εἰς τὴν πρώτην ἐκλησίαν, προσαγα-
     γεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι,
60      γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμο-
     ν, ὅτι δοκεῖ τῆι βουλεῖ ἐπαινέσαι Ἡρακλείδην Χα-
     ρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι <⁶¹χρ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰>⁶¹-
     υσῶι στεφάνωι ἀπὸ 𐅅 δραχμῶν· εἶναι δ’ αὐτῶι καὶ εὑ-
     ρέσθαι παρὰ τοῦ δήμου ὅ τι ἂν δύνηται ἀγαθόν, ὅπως ἂ-
65      ν καὶ οἱ ἄλλοι φιλοτιμῶνται <⁶¹εἰδότες, ὅτι τιμᾶι καὶ στεφανοῖ>⁶¹ ἡ βουλὴ τοὺς φ[ι]-
     λοτιμουμένους.     vacat
IV.67      Φυλεὺς Παυσανίου Οἰναῖος εἶπεν· ἐπειδὴ Ἡρακλείδης Σαλαμίνιος καταπλεύ-
     σας Ἀθήναζε σῖτον ἄγων ἐπ’ Ἀριστοφῶντος ἄρχοντος ἐπέδωκεν τῶι δήμωι ΧΧΧ με-
     δίμνους 𐅃 δράχμους καὶ διὰ ταῦτα ὁ δῆμος ἐψηφίσατο αὐτῶι τὴν βουλὴν προβου-
70      λεύσασαν ἐξενεγκεῖν εἰς τὸν δῆμον, καθότι εὑρήσεται, ἄν τι δύνηται ἀγαθὸν παρὰ
     τοῦ δήμου τοῦ Ἀθηναίων, καὶ πάλιν ἐπ’ Εὐθυκρίτου ἄρχοντος ἐπέδωκεν τῶι <δήμωι> εἰς <⁶¹σιτωνί>⁶¹αν ΧΧΧ δ-
     ραχμάς, δεδόχθαι τῆι βουλῆι· τοὺς προέδρους, οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν κυρίαν
     ἐκκλησίαν, προσαγαγεῖν Ἡρακλείδην πρὸς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ-
     μβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆι βουλῆι ἐπαινέσαι Ἡρακλείδην
75      Χαρικλείδου Σαλαμίνιον καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ ∶ 𐅅 ∶ δραχμῶν·
     εἶναι δ’ αὐτῶι καὶ εὑρέσθαι ἀγαθὸ[ν πα]ρὰ τοῦ δήμου, ὅτου ἂν δοκεῖ ἄξιος εἶναι, ὅπως
     ἂν καὶ οἱ ἄλλοι ἐθέλωσι [— c.4 —]Ω[— — c.12 — — τὴν βου]λ̣ὴ̣ν̣ καὶ τὸν δῆ[μ]ο[ν] ὁρῶντες
     τοὺς φιλοτιμουμέ[νους — — — — — — — — — — — — — — — — — — — — — τὸν] δῆμον
     [— c.5 —]#⁷[— — — — — — — — — — — — — — — — — — — — — — — — — —] πάσα̣ι̣ς
80      Α̣[— — — — — — — — c.28 — — — — — — — —]ς.                                                             vacat
     {²in corona:}²                 {²in corona:}²                 {²in corona:}²                 {²in corona:
        ὁ δῆμος                           ὁ δῆμος                            ἡ βουλή                          ἡ βουλή
Search Help
Contact Us