Decree of Athens in honor of Amphiaraos. Pedimental stele of white marble, nearly intact. Stoich. 27.
[ ]
Oropia — Oropos — Amphiareion — 332/1 BC — IG VII 4252 — C.J. Schwenk, Athens (1985) 198, 40 — Epigr. tou Oropou 296
See also:
1 | θεοί· vacat |
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρε- | |
χθηίδος ἐνάτης πρυτανέας, ἧι Ἀρι- | |
στόνους Ἀριστόνου ἈναγυράσιοςI | |
5 | ἐγραμμάτευεν· ἑνδεκάτηι· τρίτηι |
καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκ- | |
λησία κυρία· τῶν προέδρων ἐπεψήφ- | |
ιζεν Ἐπιχάρης Ἁγνούσιος· ἔδοξεν | |
τῶι δήμωι· Φανόδημος Διύλλου Θυμ- | |
10 | αιτάδης εἶπεν· ἀγαθῆι τύχηι τοῦ δ- |
ήμου τοῦ Ἀθηναίων, ἐπειδὴ ὁ θειὸς | |
καλῶς ἐπιμελεῖται τῶν ἀφικνουμ- | |
ένων Ἀθηναίων καὶ τῶν ἄλλων εἰς τ- | |
ὸ ἱερόν, ἐφ’ ὑγιείαι καὶ σωτηρίαι π- | |
15 | άντων τῶν ἐν τῆι χώραι, στεφανῶσα- |
ι τὸν Ἀμφιάραον χρυσῶι στεφάνωι | |
ἀπὸ ∶ Χ ∶ δραχμῶν καὶ ἀνειπεῖν τὸν | |
κήρυκα τοῦ δήμου, ὅτι «στεφανοῖ ὁ δ- | |
ῆμος ὁ Ἀθηναίων τὸν Ἀμφιάραον χρ- | |
20 | υσῶι στεφάνωι ἀπὸ ∶ Χ ∶ δραχμῶν»· τὸ |
δὲ ἀργύριον τὸ εἰς τὸν στέφανον δ- | |
οῦναι τὸν ταμίαν τῶν στρατιωτικ- | |
ῶν, καὶ παραδοῦναι τὸν στέφανον π- | |
οησάμενον τοῖς ἐπιμεληταῖς ἀνα- | |
25 | θεῖναι εἰς τὸ ἱερόν· τοὺς δὲ ἐπιμε- |
λητὰς ἀνειπόντας τὰ ἐψηφισμένα | |
τῶι δήμωι ἐν τῶι ἱερῶι ἀναθεῖναι | |
τὸν στέφανον τῶι θεῶι ἐφ’ ὑγιείαι | |
καὶ σωτηρίαι τοῦ δήμου τοῦ Ἀθηνα- | |
30 | ίων καὶ παίδων καὶ γυναικῶν καὶ τ- |
ῶν ἐν τῆι χώραι πάντων· ἀναγράψαι | |
δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λιθί- | |
νει καὶ στῆσαι ἐν τῶι ἱερῶι τὸν κα- | |
τὰ πρυτανείαν γραμματέα· εἰς δὲ τ<ὴ>- | |
35 | ν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸ- |
ν ταμίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐ- | |
κ τῶν κατὰ ψηφίσματα ἀναλισκομέ- | |
νων τῶι δήμωι. | |
vacat 0,35 |