Decree of Athens in honor of Phanodemos. Pedimental stele of white marble, nearly intact. Stoich. 30.
[ ]
Oropia — Oropos — Amphiareion — 332/1 BC — IG VII 4253 — C.J. Schwenk, Athens (1985) 201, 41 — I.Oropos (1997) 297
See also:
| 1 | θεοί· vacat |
| ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη- | |
| ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο- | |
| υς Ἀριστόνου ἈναγυράσιοςI ἐγραμμάτ- | |
| 5 | ευεν· Θαργηλιῶνος ἑνδεκάτει· τρίτηι |
| καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκλησ- | |
| ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ- | |
| ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι· v | |
| Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ- | |
| 10 | πεν· ἐπειδὴ Φανόδημος Θυμαιτάδης κα- |
| λῶς καὶ φιλοτίμως νενομοθέτηκεν πε- | |
| ρὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, ὅπως ἂν ἥ τε | |
| πεντετηρὶς ὡς καλλίστη γίγνηται κα- | |
| ὶ αἱ ἄλλαι θυσίαι τοῖς θεοῖς τοῖς ἐν τ- | |
| 15 | ῶι ἱερῶι τοῦ Ἀμφιαράου, καὶ πόρους πε- |
| πόρικεν εἰς ταῦτα καὶ εἰς τὴν κατασκ- | |
| ευὴν τοῦ ἱεροῦ, δεδόχθαι τῆι βουλῆι· τ- | |
| οὺς προέδρους, οἳ ἂν λάχωσιν προεδρε- | |
| ύειν εἰς τὴν πρώτην ἐκκλησίαν, προσα- | |
| 20 | γαγεῖν Φανόδημον πρὸς τὸν δῆμον καὶ |
| χρηματίσαι, γνώμην δὲ ξυμβάλλεσθαι | |
| τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆ- | |
| ι βουλῆι ἐπαινέσαι Φανόδημον Διύλλ- | |
| ου Θυμαιτάδην φιλοτιμίας ἕνεκα τῆς | |
| 25 | πρὸς τὸν θεὸν καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαρ- |
| άου, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι | |
| ἀπὸ ∶ Χ ∶ δραχμῶν· ἀναγράψαι δὲ τόδε τὸ | |
| ψήφισμα ἐν στήληι λιθίνει τὸγ γραμμ- | |
| ατέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι | |
| 30 | ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου· εἰς δὲ τὴν |
| ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμ- | |
| ίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ- | |
| ὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι. | |
| vacat 0,30 |