Decree of Athens in honor of Phanodemos.  Pedimental stele of white marble, nearly intact. Stoich. 30.
[ ] Oropia — Oropos — Amphiareion — 332/1 BC — IG VII 4253 — C.J. Schwenk, Athens (1985) 201, 41 — Epigr. tou Oropou 297
1 θεοί·                       vacat
ἐπὶ Νικήτου ἄρχοντος, ἐπὶ τῆς Ἐρεχθη-
ίδος ἐνάτης πρυτανείας, ἧι Ἀριστόνο-
υς Ἀριστόνου ἈναγυράσιοςI ἐγραμμάτ-
5 ευεν· Θαργηλιῶνος ἑνδεκάτει· τρίτηι
καὶ εἰκοστῆι τῆς πρυτανείας· ἐκκλησ-
ία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Ἐπ-
ιχάρης Ἁγνούσιος· ἔδοξεν τῶι δήμωι· v
Δημήτριος Εὐκτήμονος Ἀφιδναῖος εἶ-
10 πεν· ἐπειδὴ Φανόδημος Θυμαιτάδης κα-
λῶς καὶ φιλοτίμως νενομοθέτηκεν πε-
ρὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου, ὅπως ἂν ἥ τε
πεντετηρὶς ὡς καλλίστη γίγνηται κα-
ὶ αἱ ἄλλαι θυσίαι τοῖς θεοῖς τοῖς ἐν τ-
15 ῶι ἱερῶι τοῦ Ἀμφιαράου, καὶ πόρους πε-
πόρικεν εἰς ταῦτα καὶ εἰς τὴν κατασκ-
ευὴν τοῦ ἱεροῦ, δεδόχθαι τῆι βουλῆι· τ-
οὺς προέδρους, οἳ ἂν λάχωσιν προεδρε-
ύειν εἰς τὴν πρώτην ἐκκλησίαν, προσα-
20 γαγεῖν Φανόδημον πρὸς τὸν δῆμον καὶ
χρηματίσαι, γνώμην δὲ ξυμβάλλεσθαι
τῆς βουλῆς εἰς τὸν δῆμον, ὅτι δοκεῖ τῆ-
ι βουλῆι ἐπαινέσαι Φανόδημον Διύλλ-
ου Θυμαιτάδην φιλοτιμίας ἕνεκα τῆς
25 πρὸς τὸν θεὸν καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαρ-
άου, καὶ στεφανῶσαι χρυσῶι στεφάνωι
ἀπὸ ∶ Χ ∶ δραχμῶν· ἀναγράψαι δὲ τόδε τὸ
ψήφισμα ἐν στήληι λιθίνει τὸγ γραμμ-
ατέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι
30 ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου· εἰς δὲ τὴν
ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν ταμ-
ίαν τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἐκ τῶν κατ-
ὰ ψηφίσματα ἀναλισκομένων τῶι δήμωι.
                           vacat 0,30
Search Help
Contact Us