Decrees granting land to Kitian merchants for the foundation of a temple to Aphrodite. Stele of veined white marble with upper molding. Stoich. 20.
[ ]
Attica — Peiraieus — 333/2 BC — IG II² 337 w. Add. p. 659 — C.J. Schwenk, Athens (1985) 141, 27 — Rhodes and Osborne, GHI (2003) 91
See also:
I.1 | [θ]εοί· |
ἐπὶ Νικοκράτους ἄρχοντ- | |
ος, ἐπὶ τῆς Αἰγεῖδος πρώτ- | |
ης πρυτανείας· τῶν προέδ- | |
5 | ρων ἐπεψήφιζεν Θεόφιλο- |
ς Φηγούσιος· ἔδοξεν τῆι β- | |
ουλεῖ· Ἀντίδοτος Ἀπολλο- | |
δώρου Συπαλήττιος εἶπε- | |
ν· περὶ ὧν λέγουσιν οἱ Κιτ- | |
10 | ιεῖς περὶ τῆς ἱδρύσειως |
τῆι Ἀφροδίτηι τοῦ ἱεροῦ, | |
ἐψηφίσθαι τεῖ βουλεῖ το- | |
ὺς προέδρους, οἳ ἂν λάχωσ- | |
ι προεδρεύειν εἰς τὴν πρ- | |
15 | ώτην ἐκκλησίαν, προσαγα- |
γεῖν αὐτοὺς καὶ χρηματί- | |
σαι, γνώμην δὲ ξυνβάλλεσ- | |
θαι τῆς βουλῆς εἰς τὸν δῆ- | |
μον, ὅτι δοκεῖ τῆι βουλεῖ | |
20 | ἀκούσαντα τὸν δῆμον τῶν |
Κιτιείων περὶ τῆς ἱδρύσ- | |
ειως τοῦ ἱεροῦ καὶ ἄλλου | |
Ἀθηναίων τοῦ βουλομένο- | |
υ βουλεύσασθαι, ὅ τι ἂν αὐ- | |
25 | τῶι δοκεῖ ἄριστον εἶναι. |
II.26 | ἐπὶ Νικοκράτους ἄρχοντ- |
ος, ἐπὶ τῆς Πανδιονίδος δ- | |
ευτέρας πρυτανείας· τῶν | |
προέδρων ἐπεψήφιζεν Φα- | |
30 | νόστρατος Φιλαίδης· ἔδο- |
ξεν τῶι δήμωι· Λυκο͂ργος Λ- | |
υκόφρονος Βουτάδης εἶπ- | |
εν· περὶ ὧν οἱ ἔνποροι οἱ Κ- | |
ιτιεῖς ἔδοξαν ἔννομα ἱκ- | |
35 | ετεύειν αἰτοῦντες τὸν δ- |
ῆμον χωρίου ἔνκτησιν, ἐν | |
ὧι ἱδρύσονται ἱερὸν Ἀφρ- | |
οδίτης, δεδόχθαι τῶι δήμ- | |
ωι· δοῦναι τοῖς ἐμπόροις | |
40 | τῶν Κιτιέων ἔνκτησιν χ[ω]- |
ρίου, ἐν ὧι ἱδρύσονται τὸ | |
ἱερὸν τῆς Ἀφροδίτης, καθ- | |
άπερ καὶ οἱ Αἰγύπτιοι τὸ | |
τῆς Ἴσιδος ἱερὸν ἵδρυντ- | |
45 | αι. |