Honorific decree for Bosporan kings Spartokos and Pairisades, and for their brother Apollonios. Stele of white marble with relief. Stoich. 24 (ll. 3-68).
[ ]
Attica — Peiraieus — 347/6 BC — IG II² 212 — Rhodes and Osborne, GHI (2003) 64 — ZPE 158 (2006) 120, 3 (cf.)
See also:
{²anaglyphum}² | |
Σπαρτόκωι Παιρισάδηι | |
Ἀπολλωνίωι Λεύκωνος παισί. | |
{²spatium vacuum, a. 0,275, olim fortasse pictum}² | |
I.3 | ἐπὶ Θεμιστοκλέους ἄρχοντο[ς], |
ἐπὶ τῆς Αἰγηίδος ὀγδό[η]ς πρυ[τ]- | |
5 | ανείας, ἧι Λυσίμα[χ]ος Σωσιδή[μ]- |
[ο Ἀχα]ρ[ν]εὺςVI ἐγραμμάτευεν· Θε[ό]- | |
φιλος [Ἁλι]μούσιος ἐπεστάτει· | |
Ἀνδροτίων Ἄνδρωνος Γαργήττιος [ε]ἶπεν· π[ε]- | |
ρὶ ὧν ἐπέστειλε Σπάρτοκος καὶ Παιρ[ισά]δ[η]- | |
10 | ς καὶ οἱ πρέσβεις οἱ ἥκοντες π[α]ρ’ αὐτῶν ἀπ[α]- |
γγέλουσιν, ἀποκρί[ν]ασθαι αὐτοῖ[ς], ὅτι ὁ [δῆ]- | |
μος ὁ Ἀθηναίων ἐπαινεῖ Σπάρτ[ο]κον καὶ Παι- | |
ρισάδην, ὅτι εἰσὶν ἄνδρες [ἀ]γα[θ]οί, καὶ ἐπ[αγ]- | |
γέλλονται τῶι δήμωι [τ]ῶι Ἀ[θ]ην[α]ίων ἐπιμε[λ]- | |
15 | ήσεσθαι τῆς ἐκ[π]ομπῆς τοῦ [σ]ίτ[ο]υ, καθάπερ ὁ |
πατὴρ αὐτῶν ἐπεμελεῖτο καὶ ὑ[π]ηρετήσειν π- | |
ροθύμως, ὅτου ἂν ὁ δῆμ[ος] δ[έη]τα[ι], καὶ ἀπαγγ[έ]- | |
λλειν αὐτο[ῖ]ς τοὺς π[ρέσβ]εις ὅ[τι] ταῦτα ποι- | |
οῦντες οὐδενὸ[ς] ἀτυχήσουσιν τοῦ δήμου το- | |
20 | ῦ Ἀθηναίων· [ἐπ]ει̣δὴ δὲ τ̣ὰς δωρ̣ε̣ι̣ὰς διδόασι- |
ν Ἀθηναίοι[ς, ἅσ]περ Σ[άτ]υ[ρ]ος καὶ Λεύκων ἔδο- | |
σαν, εἶναι [Σπ]α̣[ρτ]όκ̣ωι [κ]αὶ Παιρισάδει τὰς δ- | |
ωρειάς, ἃς [ὁ δῆμ]ος ἔδωκε Σατύρωι καὶ Λεύκω- | |
νι, καὶ στεφ[ανο]ῦ̣ν̣ χρυσῶι στεφάνωι Παναθη- | |
25 | ναίοις τοῖς μεγάλοις ἀπὸ χιλίων δραχμῶν |
ἑκάτερ[ο]ν· [ποιε]ῖσθαι δὲ τοὺς στεφάνους το- | |
ὺς ἀθλοθέ[τας] τῶι προτέρωι ἔτει Παναθηνα- | |
ίων τῶν μεγ[άλ]ων κατὰ τὸ ψήφισμα τοῦ δήμου | |
τὸ πρότερον ἐψηφισμένον Λεύκωνι καὶ ἀνα- | |
30 | γορεύειν ὅτι «στεφανοῖ ὁ δῆμος ὁ Ἀθηναίων |
Σπάρτοκον καὶ Παιρισάδην τοὺς Λεύκωνος | |
παῖδας ἀρετῆς καὶ εὐνοίας ἕνεκα τῆς εἰς τ- | |
ὸν δῆμον τὸν Ἀθηναίων»· ἐπειδὴ δὲ τοὺς στεφ- | |
άνους ἀνατιθέασι τῆι Ἀθηνᾶι τῆι Πολιάδι | |
35 | τοὺς ἀθλοθέτας εἰς τὸν νεὼ ἀνατιθέναι το- |
ὺς στεφάνους ἐπιγράψαντας, «Σπάρτοκος vv | |
καὶ Παιρισάδης Λεύκωνος παῖδες ἀνέθεσα- | |
ν τῆι Ἀθηναίαι στεφανωθέντες ὑπὸ τοῦ δήμ- | |
ου τοῦ Ἀθηναίων»· τὸ δὲ ἀργύριον διδόναι το- | |
40 | ῖς ἀθλοθέταις εἰς τοὺς στεφάνους τὸν τοῦ |
δήμου ταμίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα | |
τῶι δήμωι μερ[ι]ζομένων· τὸ δὲ νῦν εἶναι παρ- | |
αδοῦναι τοὺς ἀποδέκτας τὸ εἰς τοὺς στεφά- | |
νους ἐκ τῶν στρατιωτικῶν χρημάτων· ἀναγ[ρ]- | |
45 | άψαι δὲ τὸ ψήφισμα τόδε τὸγ γραμματέα τῆ[ς] |
βουλῆς ἐν στήληι λιθίνει καὶ στῆσαι πλη[σ]- | |
ίον τῆς Σατύρου καὶ Λεύκωνος· ἐς δὲ τὴν ἀν[α]- | |
γραφὴν δοῦναι τὸν ταμίαν τοῦ δήμου τριά[κ]- | |
οντα δραχμάς· ἐπαινέσαι δὲ τοὺς πρέσβει[ς] | |
50 | Σῶσιν καὶ Θεοδόσιον, ὅτι ἐπιμελοῦνται τ[ῶ]- |
ν ἀφικ[ν]ουμένων Ἀθήνηθεν εἰς Βόσπορον [κα]- | |
ὶ καλέσαι αὐτοὺς ἐπὶ ξένια εἰς τὸ πρυτα[νε]- | |
ῖον εἰς αὔριον· περὶ δὲ τῶν χρημάτων τῶν [ὀφ]- | |
[ε]ι̣λο̣μένων τοῖς παισὶ τοῖς Λεύκωνος, ὅπ[ως] | |
55 | [ἂ]ν ἀπολάβωσιν, χρηματίσαι τοὺς προέδ[ρος], |
[οἳ] ἂν λάχωσι προεδρεύειν ἐν τῶι δήμωι [τῆι] | |
[ὀγ]δόηι ἐπὶ δέκα πρῶτον μετὰ τὰ ἱερά, ὅπ[ως ἂ]- | |
[ν] ἀπολα[β]όντες τὰ χρήματα μὴ ἐγκαλῶσ[ι τῶι] | |
[δ]ήμωι τῶι Ἀθηναίων· δοῦναι δ[ὲ τὰ]ς ὑπηρ̣[εσί]- | |
60 | [α]ς, ἃς αἰτοῦσι Σπάρτοκος καὶ Παιρισ[άδης· τ]- |
[οὺ]ς δὲ πρ[έ]σβεις ἀπογράψαι τὰ ὀνόμα[τα τῶν] | |
[ὑπ]ηρε̣σ̣ι̣ῶν, ὧν ἂν λάβωσιν, τῶι γραμμα[τεῖ τῆ]- | |
[ς β]ουλῆς· οὓς δ’ ἂν ἀπογράψωσιν, εἶνα[ι ἐν τῶι] | |
τ[ε]ταγμένωι ποιοῦντας ἀγαθὸν ὅ τι [ἂν δύνω]- | |
II.65 | νται τοὺς παῖδας τοὺς Λεύκωνος. Π[ολύευκτ]- |
ος Τιμοκράτους Κριωεὺς εἶπε· τὰ [μὲν ἄλλα κ]- | |
αθάπερ Ἀνδροτίων, στεφανῶσα[ι δὲ καὶ Ἀπολ]- | |
λώνιον τὸν Λεύκωνος ὑὸν ἐκ τῶ[ν αὐτῶν. vacat] | |
vacat 0,07 |