Metrical dedication of a statue for Eunike. Base of white (“Pentelic”) marble.
[ ]
Attica — Eleusis — late 3rd c. AD — IG II² 3709 — Hesperia Suppl. 8 (1949) 250, 2
See also:
1 | μυστιπόλοι Δήμητρος, ἐμεῖό τις ἱερὴ ἔστω |
μνημοσύνη Δηοῦς παρ’ ἀνακτόρῳ· οὔνομα μέν μο[ι] | |
[Ε]ὐνείκη, τίκτεν δὲ Θάλειά με κυδήεσσα | |
πατρὶ φίλῳ Καλλαίσχρῳ ἀγακλεῖ, τοῦ δ’ ἄ̣ρ̣α̣ μ̣[ήτηρ] | |
5 | Εὐνείκη. τῆς δ’ αὖτε σαόφρων ἱερόφα̣[ντις] |
ἦεν ἀπ’ Εἰσαίοιο φερώνυμος Ἀντολί[ηθεν] | |
Εἰσιδότη, τοῦ κῦδος ἀμύμονο̣[ς Ἁ]δ̣[ριανοῖο] | |
ῥητήρων· πάππος δ’ ἄρ’ ἐμεῦ πέλεν [– ⏑ ⏑ – ⏑] | |
Ζωίλος, ὃς δοιοῖσιν ἀδελφειοῖς φρόν[ει ἶσα], | |
10 | τῷ μὲν ἀπ’ αἰγλήεντος ἀνακτόρου ἱεροφ̣[άντῃ] |
Γλαύκῳ· ἀτὰρ σοφίης ἡγήτορι — τήν τε Πλάτ[ωνος] | |
δρέψατο — ∶ Καλλαίσχρῳ περιωνύμῳ ∶ οὐ μὲν ἐμεῖο | |
[τη]λ̣οῦ συνκλήτοιο πέλει γένος· ἀνχόθι γάρ μο[ι] | |
[․․․․] ἀ̣ν̣ε̣ψιαδῶν ἕπεται κλέος Αὐσονίηθεν. | |
vacat |