Athenian decree concerning the transport of sacred objects. Eleusinion or Diogeneion copy.  Stele of white (“Pentelic”) marble, in nine fragments.
[ ] Attica — Athens — ca. 220 AD — IG II² 1078 — Syll.³ 885 — F. Sokolowski, LSCG (1969) 8
See also:
                         vacat
[ἔδοξεν τ]ῶι δήμωι· Ἀραβιανὸ̣[ς ἦρχεν ․․․․c.8․․․․ ἐπρυ]-
[τάνευε]ν· Εὔτυχος ἐγραμ[μάτευεν· ․․․․c.8․․․․ ἐπεστά]-
[τει]· Δρυαντιανὸς ἄρχων̣ [τῶν Εὐμολπιδῶν εἶπεν]·
[ἐπει]δὴ καὶ διατελοῦμε̣[ν ἐν τοῖς νῦν καθάπερ] κ̣αὶ
5 [δ]ι̣ὰ τῶν παρῳχημένων [χρόνων τελοῦντες τὰ μυ]στήρι-
α, καὶ τὰ πάτρια προστάττ[ει τῶι γένει τῶν Εὐμο]λπιδῶν
πεφροντικένα̣ι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ
δεῦρο τ’ ἐκ τῆς̣ Ἐλευσεῖνο[ς καὶ πάλιν ἐκ το]ῦ̣ ἄστεως Ἐ%⁸⁰%⁸⁰-
λευσεῖνάδε, ἀγαθῆι τύχ[ηι δεδόχθαι] τ̣ῶι δήμωι προσ-
10 τάξαι τῶι κοσμητῆι τῶν [ἐφήβων κ]α̣τὰ τὰ ἀρχαῖα νόμι-
μα ἄ̣γειν Ἐλευσῖνάδε τοὺ[ς ἐφήβ]ους τῆι τρίτηι ἐπὶ δέ-
κ̣[α] τοῦ Βοηδρομιῶνος με[τὰ το]ῦ εἰθισμένου σχήμα%⁸⁰-
[τος] τῆς ἅμα ἱεροῖς πομπ[ῆς], ἵ̣να τῆι τετράδι ἐπὶ δέκα πα-
[ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσεινίου τοῦ ὑπὸ v
15 [τῆι π]όλει, ὡς ἂν κόσμο[ς] τ̣ε πλείων καὶ φρουρὰ μείζων v
[περὶ] τὰ ἱερὰ ὑπάρχο[ι], ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν Θε%⁸⁰-
[οῖν] ἀγγέλλει κα̣τὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς
[ἥκει τὰ] ἱερὰ κ[α]ὶ̣ ἡ παραπέμπουσα στρατιά· κατὰ τὰ αὐτὰ
[δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ-
20 [τάξα]ι̣ τῶι κοσμητῆι τῶν ἐφήβων ἄγειν τοὺς ἐφή[βους]
[πάλιν Ἐ]λευσεῖνάδε μετὰ τοῦ αὐτοῦ σχήματος π̣[αραπέμ]-
[πο]ντας τὰ ἱερά· μέλειν δὲ τούτου τῶι κατ’ ἐν̣[ιαυτὸν]
κ̣οσμητῆι, ὅπως μηδέπ̣οτε τοῦτο ἐκλε̣[ιφθείη μη]-
δὲ ὀλιγωρηθείη ποτὲ τὰ τῆς εὐσεβείας [τῆς πρὸς τὼ Θε]-
25 ώ. παραπέμπειν δὲ τοὺς ἐφήβους π[άντας, ἔχοντας]
τὴν πανοπλίαν, ἐστεφανωμέν[ους μυρρίνης στεφά]-
νωι, βαδείζοντας ἐν τάξει. ἐπ[εὶ] δ[ὲ προστάττομεν τοῖς ἐ]-
φήβοις τὴν τοσαύτην ὁδοι̣π̣ορῆσαι π̣[ομπήν, αὐτοὺς]
καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν]
30 ὁδὸν μεθέξειν, ὡς ἂν τ̣ά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο]-
τέρας καὶ πομπῆς μακροτέρας ἄγοιτο, v οἵ τε ἔφ[ηβοι]
παρακολουθοῦντες τῆι περὶ τὸ θεῖον τῆς πόλεως̣ [vv]
θεραπείαι καὶ ἄνδρες εὐσεβ̣έστεροι γείνοιντο· v μεθέ-
ξουσιν δὲ̣ καὶ οἱ ἔφηβοι πάντες τῶν τε ἄλλων ὧν ἂν v
35 παρέχ̣[ηι τ]οῖς Εὐμολπίδαις ὁ ἄρχων τοῦ γένους, καὶ τῆ̣[ς]
δ̣ι̣[αν]ο̣μῆς· γενέσθαι δὲ τὴν γνώμην ταύτην φα̣[νε%⁸⁰]-
[ρ]ὰν καὶ τῆι ἐξ Ἀρείου πάγου βουλῆι καὶ τῆι βουλ̣[ῆι] τῶν v
Φ v καὶ τῶι̣ ἱ̣εροφάντηι καὶ τῶι γένει τῶν Εὐ[μο]λ̣πιδῶν·
ἀναγράψαι̣ δὲ τὸ ψήφισμα τοῦτο τὸν̣ [τα]μία̣[ν τ]οῦ γέ%⁸⁰-
40 νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λ̣αις κα̣ὶ στῆσαι
τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ̣ τ̣[ῆ]ι̣ πόλει, τὴν δὲ ἐν v
τῶι Διογ̣ενείωι, τὴν δὲ ἐν Ἐλ̣ευσεῖνι ἐν τῶι ἱερῶι πρὸ
                             τοῦ βου[λ]ευτηρίου.
Search Help
Contact Us