Metrical dedication of a statue for Apollonios, hierophant.  Large round base of white (“Pentelic”) marble, broken at the bottom.
[ ] Attica — Eleusis — ca. 215 AD (ll. 1-8) and ca. 220 AD (ll. 9-13) — IG II² 3811 + frag. — ArchEph (1971) 118, 12 (b)
See also:
1 ὦ μύσται, τότε μ’ εἴδετ’ ἀνακτόρου ἐκ προφανέντα
    νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον
ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί·
    τῶν ἀποπαυσάμενος θέσφατα νῦν ἰάχω.
5 οὔνομα δ’ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο
    μυστικὸς ᾤχετ’ ἄγων εἰς ἅλα πορφυρέην.
ἀλλ’ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ,
    λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι.
                       vacat 0.068 m.
9 νῦν ἤδη παῖδες κλυτὸν οὔνομα πατρὸς ἀρίστου̣
10   φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πελάγ̣[ει]·
οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ[άμενός τις]
  σημαίνει μυσταῖς οὔνομα πατ[ρὸς] ὁ̣μοῦ,
σὺν δὲ Ποσειδάωνι φερώνυμος εὖ πα[ρεκλήθη].
[— — — — — — — — — — — — — — — — — —]
Search Help