Metrical dedication of a statue for Apollonios, hierophant. Large round base of white (“Pentelic”) marble, broken at the bottom.
[ ]
Attica — Eleusis — ca. 215 AD (ll. 1-8) and ca. 220 AD (ll. 9-13) — IG II² 3811 + frag. — ArchEph (1971) 118, 12 (b)
See also:
| 1 | ὦ μύσται, τότε μ’ εἴδετ’ ἀνακτόρου ἐκ προφανέντα |
| νυξὶν ἐν ἀργενναῖς, νῦν δὲ μεθημέριον | |
| ἐκ προγόνων ῥητῆρα λόγοις ἐναγώνιον αἰεί· | |
| τῶν ἀποπαυσάμενος θέσφατα νῦν ἰάχω. | |
| 5 | οὔνομα δ’ ὅστις ἐγὼ μὴ δίζεο· θεσμὸς ἐκεῖνο |
| μυστικὸς ᾤχετ’ ἄγων εἰς ἅλα πορφυρέην. | |
| ἀλλ’ ὅταν εἰς μακάρων ἔλθω καὶ μόρσιμον ἦμαρ, | |
| λέξουσιν τότε δὴ πάντες ὅσοις μέλομαι. | |
| vacat 0.068 m. | |
| 9 | νῦν ἤδη παῖδες κλυτὸν οὔνομα πατρὸς ἀρίστου̣ |
| 10 | φαίνομεν, ὃ ζωὸς κρύψεν ἁλὸς πελάγ̣[ει]· |
| οὗτος Ἀπολλώνιος ἀοίδιμος, ὃν φ[άμενός τις] | |
| σημαίνει μυσταῖς οὔνομα πατ[ρὸς] ὁ̣μοῦ, | |
| σὺν δὲ Ποσειδάωνι φερώνυμος εὖ πα[ρεκλήθη]. | |
| [— — — — — — — — — — — — — — — — — —] |