Dedication of a statue for Aelia Epilampsis, priestess of Demeter and Kore.  Base of white (“Pentelic”) marble.
[ ] Attica — Eleusis — late 2nd c. AD — IG II² 3687
See also:
1                ἀγαθῆι    τύχηι
τὴν ἱέρειαν Δήμητρος καὶ Κόρης
Αἰλ(ίαν) Ἐπίλαμψιν Αἰλ(ίου) Γέλωτος Φαληρέ-
ως θυγατέρα, τοῦ πρώτου ξυστάρχο̣υ
5 τῶν ἐν Ἀθήναις ἀγώνων, στρατηγή-
σαντος ἐπὶ τοὺς ὁπλείτας, ἱερέως
Διὸς Ὀλυμπίου· v Διοκλέους ἄρξαν-
τος τὴν ἐπώνυμον ἀρχὴν ἔκγονον·
Αἰλ(ίου) Ἀλεξάνδρου ἄρξαντος τὴν ἐπώ-
10 νυμον ἀρχὴν ἀδελφιδῆν· Αἰλ(ίου) Ἄρδυος
ἀρχιερέως τῶν Σεβαστῶν, ἱερέως το[ῦ]
Ἐλευθερέως Διονύσου, ἄρξαντος τὴν
ἐπώνυμον ἀρχήν, κηρυκεύσαντος τὸ β̣ʹ,
ἀγωνοθετήσαντος Ὀλυμπείων, στρα̣-
15 τηγήσαντος ἐπὶ τοὺς ὁπλείτας ἀνεψι-
άν· Αἰλ(ίου) Καλλικράτους ἄρξαντος τὴν ἐ-
πώνυμον ἀρχήν, στρατηγήσαντος ἐ-
πὶ τοὺς ὁπλείτας, κηρυκεύσαντος, ἀ-
γωνοθετήσαντος ἀνεψιάν· Αἰλ(ίου) Ἀλε-
20 ξάνδρου ἄρξαντος τὴν ἐπώνυμον
ἀρχὴν ἀνεψιάν· Αἰλ(ίου) Γέλωτος ἄρξαντο̣ς̣
τὴν ἐπώνυμον ἀρχὴν ἀνεψιάν· Πο(πλίου) Πομ(πηίου)
Ἡγίου ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν,
στρατηγήσαντος ἐπὶ τοὺς ὁπλείτας τὸ β̣ʹ,
25 ἀγωνοθετήσαντος Ὀλυμπεί<ω>ν καὶ γυ-
μνασιαρχήσαντος οἴκοθεν, πρεσβεύ-
σαντος οἴκοθεν, ἱερέως Διὸς Ὀλυμπίου̣,
μητέρα v ὁ ἐπώνυμος ἄρχων Πό(πλιος) ∙ Πομ(πήιος)
Ἡγίας Φαληρεὺς νε(ώτερος) καὶ Πομ(πήιος) Ἐπίλαμψις
30               τὴν ἑαυτῶν τήθην.
Search Help
Contact Us