Dedication of a statue for T. Flavius Hierophantes.  Four fragments of a base of white (“Pentelic”) marble; inscription in a molded frame.
[ ] Attica — Eleusis — 162 AD or shortly after — IG II² 3592 — ArchEph (1971) 115, 8
See also:
1            Ἀγ̣α[θῇ Τύχῃ].
ἡ ἐξ Ἀρείου πάγου β̣[ουλὴ καὶ ἡ βουλὴ τῶ]ν Φ καὶ
ὁ δῆμος ὁ Ἀθηναίων Τ̣[ίτον Φλ(άουιον) Ἱεροφάντην Παι]ανιέα
[Τίτ]ο̣υ Φλ(αουίου) Ἀλκιβιά[δου Παιανι]έ̣ω[ς υἱὸν ἄρξαντ]ο̣ς τὴν
5 [ἐπώνυμον ἀ]ρ̣χ̣[ήν], π̣α̣[νηγ]υ̣ριαρχήσαν[τος, κηρυκ]εύσαν-
[τος τῆς ἐξ Ἀρείου πάγ]ου̣ [βουλ]ῆς, στρατηγήσαντος ἐ̣[πὶ τὰ ὅπλα]
[κ]α̣ὶ γ̣[υμν]ασι̣αρ̣χ̣[ήσα]ν̣τος ἐκ τῶν ἰδίων, ἀγωνοθε[τήσαν]-
τος Π[αν]α̣θηναίων οἴκοθεν, Τίτου ∙ Φλ(αουίου) ∙ Λεωσθένου[ς Παια]-
νιέω[ς ἔ]κγονον, ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν, παν[η]-
10 γυρι[αρ]χήσαντος, κηρυκεύσαντος τῆς ἐξ Ἀρείου πάγου
βουλῆς, στρατηγ̣ήσαντος ἐπὶ τὰ ὅπλα ∙ Γ ∙ καὶ γυμνασιαρ-
χή[σα]ντος, ἀγωνοθετήσαντος Παναθηναίων ἀποδει-
χ[θέν]τος ὑπὸ θεοῦ Ἁδριανοῦ, Τίτου ∙ Φλ(αουίου) ∙ Ἀλκιβιάδου Παιανιέ-
[ως] ἀδελφόν, ἄρξαντος τὴν ἐπώνυμον ἀρχήν, πανηγυρι-
15 [αρ]χήσαντος, κηρυκεύσαντος τῆς ἐξ Ἀρείου πάγου βουλῆς,
[ἄρξ]αντα, πανηγυριαρχήσαντα, γυμνασιαρχήσαντα οἴκοθεν
[ὁ]λ̣κείοις, πρεσβεύσαντα δὶς εἰς Ῥώμην ἐπὶ θεοῦ Ἀντωνεί-
[ν]ου, υἱὸν ∙ Φλ(αουίας) ∙ Εἰσιδώρας τῆς ∙ Φλ(αουίου) ∙ Ἡρακλείτου καὶ Δομιτίας
Λαοδαμείας θυγατρός, Κρατεροῦ ἔγγονον, ὃς τὴν πίστιν
20 τῇ πόλ̣ει ἐς τὰ νῦν δι’ ὧν κατέλιπεν φυλάσσει, ἱεροφαντοῦν-
τα, ἐπὶ γένους λαμπρότητι καὶ φιλοτιμίαις ἁπάσαις εὐχαριστή-
σαντα τῇ πόλε̣<ι>, τ̣ὸ̣ στρόφιον παρὰ τῷ Αὐτοκράτορι θεῷ Ἀν-
τωνείνῳ λαβόντα καὶ τὸν Αὐτοκράτορα μυήσαντος
[Λ]ο̣ύκιον Αὐρήλιον Οὐῆρον δὶς ἐπὶ τῷ ἔτει ἀγαγόντα
25 μυστήρια καὶ τοῦτο κατὰ τὸ θεμιτόν, καὶ προσειδρύσαν-
τα Εὐμολπίδην συναγαγόντα, ἐπεὶ καὶ ἐπιλέγοντα εἴχομεν, ἀρετῆς μεγέ-
θει καὶ τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας κἂν τούτῳ χάριν ἀνέθηκεν.
Search Help
Contact Us