[ ] Att. — non-stoich. — post med. s. IV a.
1 θεοί·
ἔδοξεν τοῖς [ὀργεῶσιν· — — — —]
Ἱππομάχου ∶ Με[λιτεὺς εἶπεν· ἐπειδὴ  —]
δωρος ∶ καὶ Ἀντ[— — — — — ἄν]-
5 δρες δίκαιοι γεγόνασι περὶ τὰ κοινὰ
τῶν ὀργειώνων τοῦ Ἀμύνου καὶ τοῦ
Ἀσκληπιοῦ καὶ τοῦ Δεξίονος, ἐπαινέ-
σαι αὐτοὺς ∶ δικαιοσύνης ἕνεκα καὶ
στεφανῶσαι αὐτῶν ἑκάτερον χρυσῶι
10 στεφάνωι. τὸ δὲ ψήφισμα τόδε ἀναγρά-
ψαι ἐ[ν] τῶ[ι] ἱερῶι ἐν στήλει λιθίνει.
          vacat 0.18
Search Help