1 | Κλειαίνετος Κλεομένους ⋮ Μελιτεὺς ⋮ εἶπεν· |
δεδόχθαι τοῖς ὀργεῶσι· ἐπειδή εἰσιν ἄνδρες | |
ἀγαθοὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων τοῦ Ἀμύ- | |
νου καὶ τοῦ Ἀσκληπιοῦ καὶ τοῦ Δεξίονος | |
5 | Καλλιάδης Φιλίνου ∶ Πειραιεύς ∶, Λυσιμαχί- |
δης Φιλίνου ∶ Πειραιεύς ∶, ἐπαινέσαι αὐτοὺς | |
ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆ<ς> εἰς τοὺς | |
θεοὺς καὶ περὶ τὰ κοινὰ τῶν ὀργεώνων καὶ | |
στεφανῶσαι αὐτῶν ἑκάτερον χρυσῶι στε- | |
10 | φάνωι ἀπὸ ∶𐅅⋮ δραχμῶν· εἶναι δ’ αὐτοῖς καὶ |
ἀτέλειαν τοῦ χοῦ ἐν ἀμφοῖν τοῖν ἱεροῖν | |
καὶ αὐτοῖς καὶ ἐγγόνοις· δοῦναι δὲ καὶ εἰς | |
θυσίαν καὶ ἀνάθημα αὐτοῖς ὅτι ἂν δόξει | |
τοῖς ὀργεῶσιν. ἀναγράψαι δὲ τόδε τὸ ψήφι- | |
15 | σμα ἐν στήλαις λιθίναις δυοῖν καὶ στῆσαι |
τὴν μὲν ἐν τῶι τοῦ Δεξίονος ἱερῶι, τὴν δὲ | |
[ἐ]ν τῶι τοῦ Ἀμύνου καὶ Ἀσκληπιοῦ· δοῦνα[ι] | |
δὲ καὶ εἰς τὰς στήλας αὐτοῖς, ὅτι ἂν δόξε[ι] | |
τοῖς ὀργεῶσι, ὅπως ἂν καὶ οἱ ἄλλοι φιλοτι- | |
20 | [μῶντα]ι περὶ τὰ κοινὰ τῶν ὀρ̣γεώνων εἰδό- |
[τες ὅτι χάριτας ἀποδ]ώσουσι τοῖς εὐεργετοῦ- | |
[σιν ἀξίας τῶν εὐεργετημάτων]. |
IG II²
1252