Dedication of a statue for Aion.  Base of white (“Pentelic”) marble, partially preserved on all sides.
[ ] Attica — Eleusis — ca. 50-ca. 15 BC? — IG II² 4705 — Syll.³ 1125
See also:
1   Κόιντος Πομπήιος Αὔλου υἱ̣[ὸς]
              ἐποίει καὶ ἀνέθηκε
  σὺν ἀδελφοῖς Αὔλωι καὶ Σέξτωι
                      Αἰῶνα
5   εἰς κράτος Ῥώμης καὶ διαμονὴν
                    μυστηρίων.
  Αἰὼν ὁ αὐτὸς ἐν τοῖς αὐτοῖς αἰεὶ
  φύσει θείαι μένων κόσμος τε εἷς
  κατὰ τὰ αὐτά, ὁποῖος ἔστι καὶ ἦν
10   καὶ ἔσται, ἀρχὴν μεσότητα τέλος
  οὐκ ἔχων, μεταβολῆς ἀμέτοχος,
θείας φύσεως ἐργάτης αἰωνίου πάντα.
Search Help
Contact Us