Dedication of a statue for Medeios, exegete of the Eumolpidai. Base of white (“Pentelic”) marble, preserved on all sides.
| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| Μήδειον Μηδείου Πειραιέα τὸν ἐξηγητὴν | |
| ἐκ τοῦ γένους τοῦ Εὐμολπιδῶν εὐσεβείας | |
| ἕνεκα τῆς πρὸς τὼ θεὼ καὶ ἐπιμελείας καὶ | |
| 5 | φιλοτιμίας τῆς περὶ τὴν ἐξήγησιν τῶν ἱερῶν |
| καὶ πατρίων Δήμητρι καὶ Κόρῃ ἀνέθηκαν. | |
| vac. 0.04 m. | |
| 7 | ἐπὶ ἱερείας Κλεοκρατείας τῆς Οἰνοφίλου Ἀφιδναίου θυγατρός. |