Decree of the synod of Dionysiac artists in honor of their epimelete Philemon.  Stele of white (“Pentelic”) marble, broken at the top and bottom.
[ ] Attica — Eleusis — ca. 76 BC or shortly after — IG II² 1338
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — τῆι πόλει] τ̣ῆι Ἀθηναίων π̣ερ[ι — — — — — — — — — — — — — — —]
[— — — — — — — — —]․νδιων ἀπαλλαγέντ̣ε̣ς το[— — — — — — — — — — — —]
[— — — — — — — — ἄν]θ̣ρωποι διεξαγωγὴν τῶν μ̣ὲν [— — — — — — — — — — —]
[— — — — — παράδ]ο̣σιν ἐποιήσατο, θυσίας δὲ καὶ μυστή̣ρια κ[αὶ — — — — — — —]
5 [καὶ ἀγῶνας θυμελ]ι̣κούς τε καὶ σκηνικοὺς αὐτὸς ἐπιτελεῖν ἐψ̣η̣[φίσατο ․․․c.7․․․․]
[․․․․c.8․․․․ καὶ ἡ σύ]ν̣οδος τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν διὰ παντὸ[ς — — c.13 — —]
[․․․6․․․ αὐτ]ῶι συναύξουσα καθ’ ὅσον ἐστὶ δυνατὴ τάς τε θυσίας καὶ τἄλλα πάντα τ̣ὰ̣ [ἐ]ψη[φ]-
[ισμένα ὑ]π’ αὐτ[οῦ] τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις τίμια ἐψηφίσατο καὶ αὐτὴ θύε[ιν]
[καὶ σπένδ]ειν τῆι Δήμητρι καὶ τῆι Κόρηι ταῖς μυστηριώτισιν ἡμέραις καὶ βωμὸν ἱδρυσ[αμ]-
10 [ένη καὶ] τέμενος κατασκευάσασα ἐν Ἐλευσῖνι σπονδὰς καὶ παιᾶνας ἐπιτελεῖ<ν>· ὧν ἐπισχ̣-
[εθέντ]ω̣ν ἐπὶ ἔτη καὶ πλείονα καὶ τοῦ τε βωμοῦ καὶ τοῦ τεμένους ἀναιρε-
[θέντ]ο̣ς διὰ τὴν κοινὴν περίστασιν v Φιλήμων ἐπιμελητὴς τὸ [τρ]ίτ̣-
[ον γ]ενόμενος ἐν τῶι ἐπὶ Αἰσχραίου ἄρχοντος ἐνιαυτῶι ἀνεκτ[ή]σ̣α̣-
[το τὰς] πατρίους ταῖς θεαῖς θυσίας καὶ πρῶτος αὐτὸς θύσας [ἐ]ν Ἐ-
15 [λευσ]ῖνι τῆι Δήμητρι καὶ τῆι Κόρηι καὶ τὴν λοιπὴν δαπάνην καὶ χορη-
[γίαν] ἐπιδεξάμενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων, v
[προσ]εμέρισεν δὲ καὶ ἐκ τῶν κοινῶν εἰς ἄλλας ἡμέρας δύο καὶ ἐμ
[πάσ]αις καλλιερήσας ταῖς ἡμέραις τὰς ἐψηφισμένας ὑπὸ τῶν πατέ%⁸⁰-
[ρων] σπονδὰς καὶ ἐπιχύσεις καὶ παιᾶνας ταῖς θεαῖς ἐπετέλεσεν,
20 [ὧ]ν ἀσμένως οἱ τεχνῖται λαβόντες ἀνάμνησιν παρεκάλεσαν
[A]U)TO\N KAI\ PROETRE/YANTO META\ PA/SHS PROQUMI/AS PRONOHQH=NAI KAI\
τῆς τοῦ τεμένους κατασκευῆς ὅπως ἐπὶ τῆς πατρώιας ἑστίας ἀ̣νε[μ]-
ποδίστως κατ’ ἐνιαυτὸν ἐπιτελῶσιν τὰς θυσίας, ὁ δὲ καὶ διὰ τὴ[ν]
πρὸς τὰς θεὰς εὐσέβειαν καὶ διὰ τὴν πρὸς τοὺς τεχνίτας ἀνυπέρθε-
25 τον εὔνοιαν διὰ τῆς ἰδίας ἐπιμελεία̣ς ἐξ ὧν ἀνεῦρεν αὐτὸς τῆι v
συνόδωι προσόδων τὴν κατασκευὴν τοῦ τεμένους ἐποιήσατο v
καὶ τὸν ἀνειρημένον ὑπὸ τῆς περιστάσεως βωμὸν αὐτὸς πάλιν κα-
QIDRU/SATO, PROENOH/QH DE\ E)KTENW=S KAI\ TH=S TW=N KOINW=N E)M PA=SIN E)PA-
νορθώσεως καὶ τὸν κύκλον τῶν δανείων μεταπαρέδωκεν ἐκβαί%⁸⁰%⁸⁰-
30 νων ἐκ τῶν ἐπιμελειτειῶν πολλοῖς ἐπευξημένον χρήμασιν, ὥστε
μὴ μόνον εἰς [ἃ]ς ἀνενεώσατο τῆι Δήμητρι καὶ τῆι Κόρηι θυσίας, ἀλλὰ καὶ
ε̣ἰς ἑτέρας πλείονας διὰ τὴν τούτου σπουδὴν γεγονέναι τῆι συνόδωι
προσόδους· βιασαμένων δὲ αὐτὸν τῶν τεχνιτῶν πάλιν τὸ τέταρτον
ὑπομεῖναι ἐπιμελητὴν εἰς τὸν ἐπὶ Σελεύκου ἄρχοντος ἐνιαυ-
35 τὸν πρὸς ταῖς λοιπαῖς εἰσφοραῖς καὶ χορηγίαις καὶ ἐν Ἐλευσῖνι θύσας
ἔν τε τῶι ἱερῶι καὶ ἐν ὧι πρῶτος αὐτὸς κατεσκευάσατο τεμένει ἐφ’ οὗ
ἱδρύσατο βωμοῦ τά τε θύματα καὶ τὴν λοιπὴν χορηγίαν πᾶσαν ἐπιδεξά-
μενος ὑπεδέξατο τὴν σύνοδον ἐκ τῶν ἰδίων μεγαλομερῶς, προσε̣-
μέρισε δὲ καὶ τὰς διατεταγμένας ἐκ τῶν κοινῶν ἡμέρας δύο καὶ ἐμ πά-
40 σ̣αις ἐκαλλιέρησε ταῖς θεαῖς καὶ τὰς πατρίους σπονδὰς ἐπετέλεσεν·
[πολλὰ δ]ὲ καὶ ἄλλα ἐπολιτεύσατο καλὰ καὶ συμφέροντα τῆι συνόδωι καὶ
[προσεδαπάνησεν] ἐ̣κ τῶν ἰδίων ἔν τε ταῖς ἐπιμελητείαις καὶ ἱερωσύναις
[— — — — — — — προκρίνω]ν τὴν τῶν τεχνιτῶν εὔνοιαν παντὸς χρήμα-
[τος — — — — — — — — — — — — —] ο̣ὐ μόνον δὲ πρὸς τὴν σύνοδον
45 [— — — — — — — — — — — — — — — — —] δ̣ιακείμενος ἀποδο[χ]-
[ῆς — — ἠξιώθη — — — — — — — — — — — ἐκ τῶ]ν νόμων καὶ
[— — — — — — — — — — — — — — — — — — — — — — — —]AIMEN
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us