Decrees of the Athenians and Eleusinians in honor of the demarch Pamphilos.  Pedimental stele of white (“Pentelic”) marble, broken at the bottom. Non-stoich.
[ ] Attica — Eleusis — 165/4 BC? — IG II² 949 — Syll.³ 661
See also:
1 ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δωδεκάτης πρυτανείας,
ἧι Διονυσικλῆς Διονυσίου Ἑκαλῆθεν ἐγραμμάτευεν· Σκιροφοριῶνος ἕ-
κτει ἐπὶ δέκα, ἕκτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θε-
άτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ῥηξίων Δαματρίου Θοραιεὺς καὶ συμ-
5 πρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἄρχιππος Ἀρχίου Βατῆθεν
εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ δήμαρχος ὁ Ἐλευσινίων ὑπὲρ τῶν θυσι-
ῶν ὧν ἔθυσεν τοῖς τε Ἁλώιοις καὶ τοῖς Χλοίοις τεῖ τε Δήμητρι καὶ τεῖ
Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, συνετέλεσεν δὲ καὶ τὴν τῶν
Καλαμαίων θυσίαν καὶ τὴν πομπὴν ἔστειλεν κατὰ τὰ πάτρια μετὰ
10 τοῦ ἱεροφάντου καὶ τῶν ἱερειῶν προσδαπανήσας εἰς ταῦτα πάντα οὐ-
κ ὀλία ἐκ τῶν ἰδίων, καὶ ἀπαγγέλλει γεγονέναι τὰ ἱερὰ καλὰ καὶ σωτήρια·
τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν
ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ-
βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ τὰ μὲν ἀ-
15 γαθὰ δέχεσθαι τὰ γεγονότα̣ ἐ[ν] τοῖς ἱεροῖς οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ
σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν
φίλων καὶ συμμάχων· ἐπαινέσαι δὲ τὸν δήμαρχον τὸν Ἐλευσινίων Πάμ-
φιλον Ἄρχοντος Ἐλευσίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι, ὧι πά-
τριόν ἐστιν εὐσεβε<ί>ας ἕνεκεν τῆς πρὸς τοὺς θεούς· ἀναγράψαι δ[ὲ]
20 τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθί-
νει καὶ στῆσαι ἐν τεῖ αὐλε<ῖ> τοῦ ἱεροῦ τοῦ ἐν Ἐλευσῖνι, εἰς δὲ τὴν ἀναγρα-
φὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιω̣-
τικῶν τὸ γενόμενον ἀνάλωμα.
                                                vacat 0.02 m.
col. I.24 ἡ βουλὴ
25 Πάμφιλον
Ἄρχοντος
Ἐλευσίνιον
  δημαρχή-
    σαντα
col. II.24   ὁ δῆμος
25 ὁ Ἐλευσινίων̣
Πάμφιλον Ἄρ-
χοντος Ἐλευ-
σίνιον δημαρ-
  χή̣σαντα̣
col. III.24    ὁ δῆμος
25 Πάμφιλον
Ἄρχοντος
Ἐλευσίνιον
δημαρχή-
σαντα
                                                  vacat 0.03 m.
30 Ξενοκράτης Ξενοκράτου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ Πάμφιλος Ἄρ[χοντος]
κα̣τασ<τ>αθεὶς δήμαρχος εἰς τὸν ἐπὶ Πέλοπος ἄρχοντος ἐνιαυτ[ὸν τοῖς Δι]-
[ονυσί]οις ἔθυσεν τῶι Διονύσωι καὶ τὴν πομπὴν ἔπεμψεν καὶ τ[․․․․8-9․․․․]
[․․․․c.8․․․․]στον, ἔθηκεν δὲ καὶ τὸν ἀγῶνα ἐν τῶι θεάτρωι, ὃν συ̣[ντελοῦσιν]
[Ἐλευσίνιοι σπου]δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, ἔθυ[σεν δὲ τοῖς Ἁλώιοις]
35 [καὶ τοῖς Χλοίοις τεῖ Δήμη]τρι καὶ τεῖ Κόρει θύματα παρασ[χὼν ἐκ τῶν ἰδίων καὶ]
[τῆς πομπῆς καὶ τῆς τῶν Καλα]μαίων θυσίας συνε[πεμελήθη μετὰ τοῦ ἱεροφάντου]
[καὶ τῶν ἱερειῶν — — — — — —] εἰς αὐτὴν δ[απανήσας — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]τρα̣[— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help