Decrees of the Athenians and Eleusinians in honor of the demarch Pamphilos. Pedimental stele of white (“Pentelic”) marble, broken at the bottom. Non-stoich.
| 1 | ἐπὶ Πέλοπος ἄρχοντος ἐπὶ τῆς Πτολεμαιΐδος δωδεκάτης πρυτανείας, |
| ἧι Διονυσικλῆς Διονυσίου Ἑκαλῆθεν ἐγραμμάτευεν· Σκιροφοριῶνος ἕ- | |
| κτει ἐπὶ δέκα, ἕκτει καὶ δεκάτει τῆς πρυτανείας· ἐκκλησία ἐν τῶι θε- | |
| άτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ῥηξίων Δαματρίου Θοραιεὺς καὶ συμ- | |
| 5 | πρόεδροι· ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· Ἄρχιππος Ἀρχίου Βατῆθεν |
| εἶπεν· v ὑπὲρ ὧν ἀπαγγέλλει ὁ δήμαρχος ὁ Ἐλευσινίων ὑπὲρ τῶν θυσι- | |
| ῶν ὧν ἔθυσεν τοῖς τε Ἁλώιοις καὶ τοῖς Χλοίοις τεῖ τε Δήμητρι καὶ τεῖ | |
| Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν, συνετέλεσεν δὲ καὶ τὴν τῶν | |
| Καλαμαίων θυσίαν καὶ τὴν πομπὴν ἔστειλεν κατὰ τὰ πάτρια μετὰ | |
| 10 | τοῦ ἱεροφάντου καὶ τῶν ἱερειῶν προσδαπανήσας εἰς ταῦτα πάντα οὐ- |
| κ ὀλία ἐκ τῶν ἰδίων, καὶ ἀπαγγέλλει γεγονέναι τὰ ἱερὰ καλὰ καὶ σωτήρια· | |
| τύχει ἀγαθεῖ δεδόχθαι τεῖ βουλεῖ τοὺς λαχόντας προέδρους εἰς τὴν | |
| ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην δὲ ξυμ- | |
| βάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τεῖ βουλεῖ τὰ μὲν ἀ- | |
| 15 | γαθὰ δέχεσθαι τὰ γεγονότα̣ ἐ[ν] τοῖς ἱεροῖς οἷς ἔθυσεν ἐφ’ ὑγιείαι καὶ |
| σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυναικῶν καὶ τῶν | |
| φίλων καὶ συμμάχων· ἐπαινέσαι δὲ τὸν δήμαρχον τὸν Ἐλευσινίων Πάμ- | |
| φιλον Ἄρχοντος Ἐλευσίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι, ὧι πά- | |
| τριόν ἐστιν εὐσεβε<ί>ας ἕνεκεν τῆς πρὸς τοὺς θεούς· ἀναγράψαι δ[ὲ] | |
| 20 | τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθί- |
| νει καὶ στῆσαι ἐν τεῖ αὐλε<ῖ> τοῦ ἱεροῦ τοῦ ἐν Ἐλευσῖνι, εἰς δὲ τὴν ἀναγρα- | |
| φὴν τῆς στήλης καὶ τὴν ἀνάθεσιν μερίσαι τὸν ταμίαν τῶν στρατιω̣- | |
| τικῶν τὸ γενόμενον ἀνάλωμα. | |
| vacat 0.02 m. | |
| col. I.24 | ἡ βουλὴ |
| 25 | Πάμφιλον |
| Ἄρχοντος | |
| Ἐλευσίνιον | |
| δημαρχή- | |
| σαντα | |
| col. II.24 | ὁ δῆμος |
| 25 | ὁ Ἐλευσινίων̣ |
| Πάμφιλον Ἄρ- | |
| χοντος Ἐλευ- | |
| σίνιον δημαρ- | |
| χή̣σαντα̣ | |
| col. III.24 | ὁ δῆμος |
| 25 | Πάμφιλον |
| Ἄρχοντος | |
| Ἐλευσίνιον | |
| δημαρχή- | |
| σαντα | |
| vacat 0.03 m. | |
| 30 | Ξενοκράτης Ξενοκράτου Ἐλευσίνιος εἶπεν· ἐπειδὴ Πάμφιλος Ἄρ[χοντος] |
| κα̣τασ<τ>αθεὶς δήμαρχος εἰς τὸν ἐπὶ Πέλοπος ἄρχοντος ἐνιαυτ[ὸν τοῖς Δι]- | |
| [ονυσί]οις ἔθυσεν τῶι Διονύσωι καὶ τὴν πομπὴν ἔπεμψεν καὶ τ[․․․․8-9․․․․] | |
| [․․․․c.8․․․․]στον, ἔθηκεν δὲ καὶ τὸν ἀγῶνα ἐν τῶι θεάτρωι, ὃν συ̣[ντελοῦσιν] | |
| [Ἐλευσίνιοι σπου]δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, ἔθυ[σεν δὲ τοῖς Ἁλώιοις] | |
| 35 | [καὶ τοῖς Χλοίοις τεῖ Δήμη]τρι καὶ τεῖ Κόρει θύματα παρασ[χὼν ἐκ τῶν ἰδίων καὶ] |
| [τῆς πομπῆς καὶ τῆς τῶν Καλα]μαίων θυσίας συνε[πεμελήθη μετὰ τοῦ ἱεροφάντου] | |
| [καὶ τῶν ἱερειῶν — — — — — —] εἰς αὐτὴν δ[απανήσας — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — —]τρα̣[— — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |