Decree of the Eumolpidai and Kerykes in honor of Philonides and his sons. Not from Eleusis. Fragment of a stele of white marble; right edge and back preserved. Non-stoich.
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — —]Λ̣ΕΙ̣[— — — — — — — — —] | |
[— — — καὶ τοῖς ἀποστελλομένοις] παρὰ τοῦ δήμου πρὸς τοὺς βασιλεῖς̣ [πρεσ]- | |
[βευταῖς συνήργει μετὰ σπουδῆς] καὶ διὰ ταῦτα καὶ τὰ̣ς ἄλλας εὐεργεσίας ἃς πο̣[ιῶν] | |
[διατετέλεκε τὸν δῆμον ἐτίμη]σεν ὁ δῆμος πολιτείαι αὐτό̣ν τε καὶ τοὺς ὑοὺς αὐτ̣[οῦ] | |
5 | [Φιλωνίδην καὶ Δικαίαρχ]ο̣ν καὶ ἐστεφάνωσεν θαλλοῦ στεφάνωι καὶ πάλιν χρυσῶι |
[στεφάνωι καὶ ἔστησ]εν ἐν τῶι τεμένει τοῦ Δήμου καὶ τῶν Χαρ̣ίτων βουληθέντο[ς] | |
[καὶ αὐτοῦ, ἔτι δὲ καὶ ἔ]σωισεν ἐκ τῆς αἰχμαλωσίας τὴν πᾶσαν σπουδὴν ποιησάμεν- | |
[ος αὐτοῦ, καὶ ἐλθόντος] α̣ὐτοῦ εἰς τὴν πόλιν μετὰ τοῦ πρεσβυτέρου τῶν ὑῶν Φιλ̣ω- | |
[νίδου προσήγαγον αὐτο]ὺς οἱ πρυτάνεις πρὸς τὸν δῆμον ἐν ἱεροῖς καὶ διαλεγέντ[ο]- | |
10 | [ς αὐτοῦ περὶ τῆς εὐνοία]ς̣ ἧς ἔχουσι πρὸς πάντας Ἀθηναίους φιλανθρ̣ώπως προ̣- |
[σεδέξατο ὁ δῆμος ἀξιῶν] κα̣λέσαι αὐτοὺς εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴ̣ν ἑστία̣- | |
[ν τοῦ δήμου· ἵνα οὖν καὶ Ε]ὐμολπίδαι καὶ Κήρυκες αὐτὸν καὶ τοὺς̣ ἐκγ̣όνους αὐτοῦ | |
[εὐσεβοῦντας εἰς τὰ γένη] τὰ περὶ τὼ〚ι〛 θεὼ〚ι〛 φαίνωνται τιμῶντ[ες καὶ] φιλοτιμούμ̣- | |
[ενοι περὶ τοὺς ἄνδρας] εἰς τοὺς ἐκπεμπομένους ἐξ ἑαυτῶ[ν ἀγαθούς] vvvv ἀ̣γα̣[θ]- | |
15 | [εῖ τύχει δεδόχθαι τοῖς γένε]σιν ἐξ ὧν οἱ σπονδοφόροι ἐκπέμποντα[ι, ἐπαι]νέσα[ι Φι]λ[ω]- |
[νίδην Λαοδικέα καὶ τοὺς ὑο]ὺ̣ς αὐτοῦ Φιλωνίδην καὶ Δικαίαρχον κα̣ὶ στεφανῶσα[ι ἕκ]- | |
[αστον αὐτῶν μυρρίνης στεφά]νωι ὧι πάτριόν ἐστιν στεφανῶ̣σαι̣ τοὺς ἑαυτῶν ε[ὐερ]- | |
[γέτας· εἶναι δὲ αὐτῶι καὶ τ]οῖς ἐκγόνοις αὐτοῦ διατηροῦσιν τὴν αὐτὴ̣ν [εὔνοι]- | |
[αν πρὸς τὰ γένη εὑρέσθ]αι καὶ ἄλλο ἀγαθὸν ὅτου ἂν δοκῶσιν ἄξιο[ι εἶναι]. | |
20 | [ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν ἄρ]χοντα τῶν γενῶν ἐν στήλε̣ι λιθίνει [— c.6 —] |
[— — — — — — — — — — — — τὸ δὲ] ἀν[άλ]ωμ[α λ]ογίσασθαι [τοῖ]ς γένε[σι — c.5 —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |