Decree of the Athenians in honor of the epimeletai of the Mysteries. Stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Non-stoich.
1 | ἐπὶ Διοκλέους ἄρχοντο<ς> ἐπὶ τῆς Ἱπποθωντί- |
δος τρίτης καὶ δεκάτης πρυτανείας, ἧι | |
Ἀριστοφάνης Στρατοκλέους Κειριάδης ἐ- | |
γραμμάτευεν· βουλῆς ψηφίσματα· Σκιροφο- | |
5 | ριῶνος τρίτει ἱσταμένου, τρίτει τῆς πρυτα- |
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων [ἐ]- | |
πεψήφιζεν Φανοκλῆς Ἱππομάχου Ἀγγελῆθεν | |
καὶ συμπρόεδροι· | |
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· | |
10 | Δημοκράτης Σουνιέως Κολωνῆθεν εἶπεν· ἐπειδ̣[ὴ] |
οἱ ἐπιμεληταὶ τῶν μυστηρίων οἱ χειροτονηθέντες | |
εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Διοκλέους ἄρχοντος τάς | |
τε θυσίας ἔθυσαν ὅσαι καθῆκον αὐτοῖς ἐν τῶι ἐνιαυ̣- | |
τῶι τεῖ τε Δήμητρι καὶ τεῖ Κόρ<ηι> κα̣ὶ τοῖς ἄλλοις θεοῖς | |
15 | οἷς πάτριον ἦν ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ πα̣[ί]- |
δων καὶ γυναικῶν, ἔθυσαν δὲ καὶ τὰ προθ̣ύματα ἀεὶ | |
καὶ τὸ ζεῦγος παρεσκεύασαν ἐκ τῶν ἰδίων εἰ[ς] | |
τὴν κομιδὴν τῶν ἱερῶν, τὸ δὲ μερισθὲν αὐτο̣[ῖς] | |
εἰς τὴν τοῦ ζεύγους τιμὴν ἐπέδωκαν τεῖ βο̣[υ]- | |
20 | λεῖ, ἐπεμελήθ̣ησαν δὲ καὶ τῆς ἅλαδε ἐλάσε̣[ως] |
καὶ τῆς Ἐλευσῖνι τοῦ Ἰά〚κ̣〛κχου {²⁶Ἰάκχου}²⁶ ὑποδοχῆς, ὡ〚σ〛σα̣[ύ]- | |
τ̣ως {²⁶ὡσαύτως}²⁶ δὲ καὶ τῶν πρὸς Ἄγραν μυστηρίων γενο- | |
[μ]ένων δὶς ἐν τῶι ἐνιαυτῶι, διὰ τὸ συντελεῖ[σ]- | |
[θ]αι τὰ Ἐλευσίνια ἀπ̣έστ̣ειλαν δὲ καὶ εἰς τὰ Ἐ̣- | |
25 | λευσίνια θ̣ῦμα ταυρόν, ἐκρεανόμησαν δὲ κα̣[ὶ] |
τεῖ βουλεῖ τοῖς ἑξ̣ακοσίοις καὶ πεντήκοντα̣, | |
κ̣αὶ περὶ τούτων ἁπάντων τούς τε λόγους ἀ- | |
[π]ενηνόχασιν πρὸς τοὺς λογιστὰς καὶ εἰς τ̣[ὸ] | |
μητρῶιον καὶ τὰς εὐθύνας δεδώκασιν ἐν | |
30 | τῶι δικαστηρίωι κατὰ τοὺς νόμους καὶ τὰ |
ἄλλα πάντα ὅσα̣ προσῆκεν εἰς τὰς θυσίας̣ | |
ἀνηλώκασιν ἐκ τῶν ἰδίων φιλοτιμούμεν[οι] | |
πρ̣ὸς τὴν βουλὴν καὶ τὸν δῆμον· v ὅπως ἂν | |
οὖν ἐφάμιλλον εἶ τοῖς φιλοτιμουμένοι[ς] | |
35 | εἰδόσιν ὅτι χ̣άριτας ἀξίας κομιοῦντα[ι ὧν] |
ἂν εὐεργετήσωσιν, v ἀγαθεῖ τύχει δε[δό]- | |
χθ̣αι τε̣ῖ βουλεῖ, τοὺς προέδρους οἵτινες ἂ[ν λά]- | |
χωσιν προεδρεύειν εἰς τὴν ἐπιοῦσαν [ἐκ]- | |
κλησίαν χρηματίσαι περὶ τούτων, γν[ώμην] | |
40 | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν [δῆ]- |
μον ὅτι δοκεῖ τεῖ βουλεῖ, ἐπαινέσαι το̣[ὺς] | |
ἐπιμελητὰς τῶν μυστηρίων τοὺ̣ς ἐπ[ὶ Διο]- | |
κλέους ἄρχοντος v Θρασυκλῆν [— c.8 —] | |
Αὐρίδην, v Νικήτην Νικήτου v Π[εργασῆθεν] | |
45 | καὶ στεφανῶσαι ἑκάτερο[ν αὐτῶν μυρρί]- |
νης στεφάνωι εὐσεβεία̣ς [ἕνεκα τῆς πρὸς] | |
τοὺς θεοὺς καὶ φιλοτι[μίας τῆς εἰς τὴν βου]- | |
λὴν καὶ τὸν δῆμον· ε[ἶναι δὲ αὐτοῖς καὶ εἰς τὰ] | |
λοιπὰ φιλοτιμο[υ]μέ[νοις καὶ ἄλλο ἀγαθὸν εὑ]- | |
50 | ρέσθαι παρὰ τοῦ [δήμου οὗ ἂν φαίνωνται ἄξιοι] |
εἶναι· v ἀναγρά[ψαι δὲ τόδε τὸ ψήφισμα τὸν] | |
γραμματέα τὸν [κατὰ πρυτανείαν ἐν στήλαις] | |
λιθίναις δυσ[ὶν καὶ στῆσαι τὴν μὲν ἐν τεῖ αὐ]- | |
λεῖ τοῦ ἱερ[οῦ τοῦ Ἐλευσῖνι, τὴν δὲ — c.6 —] | |
55 | ου, εἰς δ̣[ὲ τὴν ἀναγραφὴν {²κτλ.}² — — — —] |