Decree of the Kerykes and Eumolpidai in honor of Chairetios, hierophant. Pedimental stele of blue-gray (“Hymettian”) marble, broken at the bottom. Non-stoich.
1 | θεοί |
Θρασυφῶν Ἱεροκλείδου Ξυπεταιὼν εἶπεν· vv | |
ἐπειδὴ ὁ ἱεροφάντης Χαιρήτιος εὔνους ὢν δι- | |
ατελεῖ τῶι γένει τῶι τε Κηρύκων καὶ Εὐμολ- | |
5 | πιδῶν καὶ λέγει καὶ πράττει ὅ τι ἂν δύνηται v |
ἀγαθὸν ὑπὲρ αὐτῶν, καὶ τοῖς ἀποδημοῦσιν ἐ- | |
πὶ τὰς σπονδοφορίας διατελεῖ μετ’ εὐνοίας | |
ἀπογράφων τὴν ἐπαγγελίαν, ἀναστρέφεται | |
δὲ καὶ ἐν τεῖ ἀρχεῖ τῆς ἱερεωσύνης εὐσχημό- | |
10 | νως ἀνέγκλητον ἑαυτὸν παρασκευάζων· ὅπως̣ |
ἂν οὖν καὶ τὰ γένη φαίνηται τιμῶντες τοὺς vv | |
ὄντας εὔνους τε καὶ ἀξίους ἑαυτῶν, v ἀγαθεῖ | |
τύχει, δεδόχθαι Κήρυξι καὶ Εὐμολπίδαις, ἐπαινέ- | |
σαι τὸν ἱεροφάντην Χαιρήτιον Προφήτου Ἐλευ- | |
15 | σίνιον καὶ στεφανῶσαι μυρρίνης στεφάνωι ὧι |
πάτριόν ἐστιν αὐτῶι εὐνοίας ἕνεκεν ἣν ἔχων | |
διατελεῖ εἰς τὰ γένη· καὶ ἀναγορεύειν τοῦτον | |
τὸν στέφανον Διονυσίων τῶι πατρίωι ἀγῶνι vv | |
Ἐλευσῖνι ἐν τῶι θεάτρωι, τῆς δὲ ἀναγορεύσεως | |
20 | τοῦ στεφάνου ἐπιμελεῖσθαι τοὺς ἄρχοντας vvv |
τοὺς ἀεὶ καθισταμένους ἐξ ἑκατέρου τοῦ γένους. | |
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήλει λιθίνει | |
καὶ στῆσαι Ἐλευσῖνι ἐν τεῖ αὐλεῖ τοῦ ἱεροῦ, τῆς | |
δὲ ποήσεως τῆς στήλης καὶ τῆς ἀναθέσεως ἐπι- | |
25 | μεληθῆναι τοὺς ἄρχοντας τῶν γενῶν. |
{²in corona myrtacea:}² | |
26 | Κήρυκες |
καὶ Εὐμολπίδαι | |
τὸν ἱεροφάντην | |
Χαιρήτιον | |
30 | Ἐλευσίνιον. |