Decree of Athenian soldiers and foreign mercenaries at Eleusis and decree of the Eleusinians in honor of the general Aristophanes. Stele of blue-gray (“Hymettian”) marble, broken at the top and the lower right corner. Stoich. (ll. 1-32, 51-80)
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
| [— — — — — — — — — — — — —]ε#⁷[— — — — — —]ο̣[— — — — — — — — — — — —] | |
| [․․․6․․․ ἀνέγκλητον ἑαυτὸν παρ]ασκευ̣άζ̣[ω]ν κα̣ὶ ἀδ[ωροδόκητον — — — — —] | |
| [․․․․․․․14․․․․․․․ ἀνθ’ ὧν ὁ δῆμο]ς ἐστεφάνωσεν χρυ̣[σῶι στεφάνωι — — —] | |
| [․․․․․․․․․․․․24․․․․․․․․․․․․] διατελεῖ ἀκόλουθα [πράττων — — — — —] | |
| 5 | [․․5․․․ ἐπεμελήθη τῆς φυλακῆ]ς τῶν φρουρίων ὅπως [— — — — — — — — — —] |
| [․․․․․․․․․․20․․․․․․․․․․ ἐπαι]νῶνται καὶ στεφανῶντα̣[ι — — — — — — — —] | |
| [․․․․․․․․․19․․․․․․․․․․] φρούρι<δ>ι, παρεσκευάσ<α>το δὲ [ὅπως οἱ στρατευόμενοι v] | |
| [σίτου παρατεθέντος] ἐξ ἑτοίμου κατὰ μῆνα μηθ̣ενὸς ἐλ̣α̣ττῶνται τῶν λογ̣[ιζομέ]- | |
| [νων αὐτοῖς· ἔθυσεν] δὲ καὶ τοῖς Ἁλώιοις τῆι τε Δήμητρι καὶ τῆι Κόρει καὶ τοῖς [ἄλ]- | |
| 10 | [λοις θεοῖς οἷ]ς πάτριον ἦν ὑπέρ τε τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τοῦ βασιλέως [Δη]- |
| [μητρίου κ]αὶ τῆς βασιλίσσης 〚[Φθίας]〛 καὶ τῶ̣ν ἐγγόνων αὐτῶν· v παρεκάλεσεν δὲ | |
| [καὶ το]ὺ̣ς πολίτας ἅπαν̣τ̣α̣ς ἐπὶ τὴν θ̣υσίαν, οἰόμενος δεῖν τῶν ἀγαθῶν τῶν γεγ[ο]- | |
| [ν]ό̣τ̣ων ἐν τοῖς ἱεροῖς μ̣ετασχεῖν, ἀναλώσας ἐκ τῶν ἰδίων, ἀποδεικνύμενος κα[ὶ ἐ]- | |
| ν τούτοις τὴν εὔνοιαν ἣν ἔχων διατελεῖ πρὸς τοὺς ἑαυτοῦ πολίτας· v ἐπαγγ[έλ]- | |
| 15 | λεται δὲ καὶ εἰς τὰ λοιπά, εἰς ἃ ἂν αὐτὸν ὁ δῆμος καθιστεῖ ἢ οἱ τεταγμένοι τ[ῶν] |
| πολιτῶν ἐν τοῖς φρουρίοις παρακαλῶσιν, ἄξιον ἑαυτὸν παρέξειν τῆς τε το[ῦ δή]- | |
| μου χειροτονίας καὶ τῶν ἐν τοῖς πρότερον χρόνοις πεπραγμένων· v ἵνα οὖ[ν φαί]- | |
| ν̣ωνται καὶ οἱ τεταγμένοι τῶν πολιτῶν ἐν τοῖς φρουρίοις χάριτας ἀξίας ἀ̣[πο]- | |
| [δ]ι̣δόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμουμένοις καὶ τὸν δῆμον τὸν Ἀθηναίω[ν], | |
| 20 | [ἀγ]αθεῖ τύχει δεδόχθαι τοῖς τεταγμένοις τῶν πολιτῶν Ἐλευσῖνι καὶ ἐμ Π̣[ανά]- |
| [κτω]ι καὶ ἐπὶ Φυλεῖ καὶ τοῖς στρατιώταις τοῖς παρὰ τεῖ πόλει στρατευομ[ένοις] | |
| [καὶ] τεταγμένοις Ἐλευσῖνι, τὰ μὲν ἀγαθὰ δέχεσθαι, ἅ φησιν γεγονέναι ἐν τοῖ̣[ς ἱε]- | |
| [ροῖ]ς οἷς ἔθυεν τῆι τε Δήμητρι καὶ τεῖ Κόρει καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριο̣[ν] | |
| [ἦν], ἐπαινέσαι δὲ τὸν στρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα καὶ σ[τε]- | |
| 25 | [φα]νῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον. v ὅπως ἂν δὲ εἰδῶσιν ἅπαντες [ὅτι] |
| [το]ῖς φιλοτιμουμένοις εἰς τοὺς τεταγμένους τῶν πολιτῶν ἐν τοῖς φρουρίοι[ς κα]- | |
| [ὶ] χάριτας ἀξί̣ας ἀποδιδόασιν τῶν εὐεργεσιῶν, v ποιήσασθαι αὐτοῦ εἰκόνα χ[αλ]- | |
| [κῆ]ν καὶ στῆσαι ἐν Ἐλευσῖνι ἐν τῆι αὐλεῖ τοῦ ἱεροῦ· v ἀνειπεῖν δὲ τὸν στέφαν[ον] | |
| [κα]ὶ τὴν ἀνάθεσιν τῆς εἰκόνος Ἁ̣λώιων τε τῶι πατρίωι ἀγῶνι καὶ ἐμ Πανάκτω[ι Ἀπα]- | |
| 30 | [το]υρίων τῆι θυσίαι καὶ ἐπὶ Φυλεῖ ὅταν γίνηται ἡ θυσία̣ τῆι Ἀρτέμιδι τῆι [Ἀγροτέ]- |
| [ρ]α̣ι̣ καὶ Διονυσίων τῶν ἐν ἄστει τραγωιδῶν τῶι καινῶι ἀγῶνι ὅταν πρῶτο[ν ὁ δῆμος] | |
| [συ]ντελεῖ τὰ Διονύσια, ποιήσασθαι δὲ τὴν ἀναγόρευσιν τήνδε· v οἱ τεταγ[μένοι Ἀθη]- | |
| [να]ίων ὑπὸ τοῦ δήμου ἐν Ἐλευσῖνι καὶ ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ στεφανο[ῦσι τὸν] | |
| [σ]τρατηγὸν Ἀριστοφάνην Ἀριστομένου Λευκονοέα χρυσῶι στεφάνωι κα[τὰ τὸν νόμ]- | |
| 35 | [ο]ν καὶ εἰκόνι χαλκεῖ ἀρετῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς τ[ε τὸν δῆμ]- |
| [ον] τὸν Ἀθηναίων καὶ τὸν βασιλέα Δημήτριον καὶ τοὺς ἐγγόνους αὐτοῦ [καὶ δικαιο]- | |
| [σύ]νης τῆς εἰς ἑαυτούς· ἵνα δὲ καὶ συντελεσθεῖ τὰ δεδογμένα τὴν ταχίσ[την, ἑλέσ]- | |
| [θ]αι πέντε μὲν ἄνδρας τοὺς Ἐλευσῖνι τεταγμένους, πέντε τοὺς ἐμ Πανά[κτωι, ἕνα δὲ] | |
| [τ]ῶν ἐπὶ Φυλεῖ· v τοὺς δὲ αἱρεθέντας ποιεῖσθαι τὴν ἔγδοσιν τῆς εἰκόνο[ς τὴν ταχίσ]- | |
| 40 | [τη]ν· εἰς δὲ τὸ γενόμενον ἀνάλωμα παρανγελλέτω̣σαν οἱ αἱρεθέντες το[ῖς ἐν Ἐλευ]- |
| [σῖ]νι τεταγμένοις τῶμ πολιτῶν καὶ τοῖς ἐμ Πανάκτωι καὶ ἐπὶ Φυλεῖ καὶ το[ῖς ξένοις] | |
| [τοῖ]ς μετὰ Γνωσίου τεταγμένοις εἰσφέρειν ὅ τι ἂν αὐτοῖς ἐγλογιζομένο[ις φαίνη]- | |
| τα̣ι· ὅπως ἂν δὲ εἰδῶσιν οἱ παραγινόμενοι εἰς Ἐλευσῖνα τήν τε τοῦ στρατ[ηγοῦ] | |
| Ἀριστοφάνου εὔνοιαν καὶ τὴν τῶν ἀνατεθηκότων εὐχαριστίαν, v ἀναγρ[άψαι τόδε] | |
| 45 | [τ]ὸ ψήφισμα ἐν στήλει λιθίνει καὶ στῆσαι παρὰ τὴν εἰκόνα, τῆς̣ δὲ ἀναγρ̣[αφῆς καὶ] |
| τῆς ποιήσεως τῆς στήλης καὶ τῆς ἀναγορεύσεως τοῦ στεφάνου v ἐπιμε[ληθῆναι] | |
| τοὺς αἱρεθέντας ἐπὶ τὴν ποίησιν τῆς εἰκόνος· v εἶναι δὲ αὐτοῖς ἐ<π>ι[μεληθεῖσι] | |
| καὶ οἰκονομή̣σασιν ὀρθῶ̣ς καὶ δικαίως ἅπαντα vvvvv καὶ ἀποδοῦσ[ι τοὺς λογισμοὺς] | |
| ἐπαινεθῆναι καὶ στεφανωθῆναι κοινεῖ τε ὑπὸ ἁπάντων καὶ ἰδία̣[ι ὑπὸ τῶν τεταγ]- | |
| 50 | μένων. |
| vacat spatium unius versus | |
| 51 | Θεόδοτος Δημο̣κράτου Ἐλευσίνιος εἶπεν· v ἐπειδὴ Ἀριστοφάνης [ἔν τε τῶι πρό]- |
| σθεν χρόνωι πολλὰ̣ς καὶ μεγάλας χρείας παρέσχηται τῶι δήμωι τ[ῶι Ἀθηναίων], | |
| γυμνασίαρχός τε χειροτονηθ̣ε̣ὶς ὅτε τὸ πρῶτον ὁ δῆμος συνετέλ[εσε τὰ ․․․․7-9․․․․․]- | |
| α προέστη τε τοῦ γυμνασίου καλῶς καὶ εὐσχημ̣όνως πάντα πράττω[ν ἀκόλουθα το]- | |
| 55 | [ῖ]ς τε νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασιν, v φύλαρχός τε χειρ[οτονηθεὶς ἐν] |
| ταύτει τῆι ἐπιμελείαι ἀπεδείξατο τὴν ἑαυτοῦ φιλοτιμίαν, v κ̣[αὶ μετὰ ταῦτα ἐ]- | |
| πὶ Λυσίου ἄρχοντ̣ο̣ς̣ ἐ̣ν ὧι ἐνιαυτῶι ὁ πόλεμος ἐνέστη δι̣ετέλε[σεν ἐν τῆι τῶν ἐφο?]- | |
| δίων ἐπιμελείαι οὔ̣τε τὴν τοῦ ἑαυτοῦ σώματος ἀσφάλειαν οὔτ’ ἄ̣[λλο οὐθὲν πρόσ]- | |
| θ̣εν τιθέμενος το̣ῦ τῆι πατρίδι συμφέροντος, v κατασταθ̣είς̣ [τε στρατηγὸς ἐπ’ Ἐλ]- | |
| 60 | [ε]υσῖνος εἰς τὸν ἐπὶ Κίμωνος ἐνιαυτὸν ἐπεμελήθη τῆς τε τῶν [φρουρίων φυλακῆς] |
| καὶ τῶν ἄλλων ὧν αὐτῶι προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[ματα τοῦ δήμου, καὶ] | |
| ἐπὶ πᾶσι τούτοις ἐπείνεκε κα̣ὶ ἐστεφάνωκεν αὐτὸν ὁ δῆμος [οὐθὲν ἐλλείποντα] | |
| σπουδῆς πρὸς τὴν πόλιν, v ἐπήινεκε δὲ καὶ ὁ δῆμος ὁ Ἐλευσιν[ίων καὶ ἐστεφάνωκε]· | |
| χειροτονηθ̣είς τ̣ε τὸ δεύτερον στρατηγὸς ἐπ’ Ἐλευσῖνος ε[ἰς τὸν ἐπὶ Ἐκφάντου ἐ]- | |
| 65 | νιαυτὸν v ἐπεμελήθη τῆς τε τῶν τειχῶν ἐπισκευῆς καὶ τῆς [φυλακῆς τῶν φρουρίων] |
| Ἐλευσῖνος καὶ Πανάκτου καὶ Φυλῆς· v ἐπεμελήθη δὲ καὶ ὅπω[ς ἐκ τῆς χώρας οἱ σῖ]- | |
| τοι μετ’ ἀσφαλείας εἰσενεχθ̣ῶσιν· v δια̣τελεῖ δὲ καὶ ἰδίαι [τοῖς ἐντυγχάνουσιν] | |
| χρείας παρεχόμενος εἰς ἃς ἂν αὐτὸν παρακαλῆι, v πολλοῖς [τε τῶν Ἐλευσινίων] | |
| ἐν τῶι πολέμωι γέγονεν αἴτιος τῆς σωτηρίας· ὅπως ἂν οὖν π[άντες οἱ αἱρεθέντες] | |
| 70 | ἐ̣π’ Ἐλευσῖνος στρατηγ<⁶¹οὶ φιλοτ>⁶¹ιμῶνται πάντα τὰ συμφέροντ[α πράττοντες ἀποδεί]- |
| [κ]νυσθαι τὴν ἑαυτῶν σπουδὴν καὶ νῦν καὶ εἰς τὸ λοιπὸν εἰδ[ότες ὅτι οὐ μόνον ὑπὸ] | |
| [τ]οῦ δήμου τοῦ Ἀθηναίων τιμηθήσονται̣ ἀλλὰ καὶ παρὰ τοῦ δ[ήμου τοῦ Ἐλευσινίων] | |
| [κ]ομιοῦνται χάριτας ὧν προσήκει τυνχάνειν τοὺς ἀ̣γαθο[ὺς πολίτας, ἀγαθῆι τύ]- | |
| [χ]ηι, δεδόχθ̣αι Ἐλευσινίοις, ἐπαινέσαι Ἀριστοφάν[η]ν Ἀρι[στομένου Λευκονοέα] | |
| 75 | καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ε[ὐνοίας ἕνεκα καὶ φιλο]- |
| [τιμ]ίας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸν δῆμο̣ν τ[ὸν Ἐλευσινίων· καὶ ἀνει]- | |
| [πεῖ]ν τὸν στέφανον τοῦτον̣ [Ἁλώιων τῶι π]α̣τρίωι ἀγῶ[νι· ἀναγράψαι δὲ τὸ ψήφισμα] | |
| [τόδε] ἐν στήλει λιθίνει κ[αὶ στῆσαι ἐν τεῖ α]ὐ̣λ̣ε̣[ῖ τ]ο[ῦ ἱεροῦ· τῆς δὲ ἀναγορεύσεως] | |
| [τοῦ] σ̣τ̣ε̣φάνου κα̣ὶ τ̣ῆς̣ [ποιήσεως καὶ] στ̣άσεως τῆς στή̣[λης ἐπιμεληθῆναι τὸν δήμ]- | |
| 80 | αρχον καὶ τοὺς ἱερ̣ο̣[μνήμ]ο̣ν̣ας. |
| οἵδε εἱρέθησαν ἐπὶ τὴν ἀνάθεσιν τ[ῆς εἰκόνος]· | |
| col. I.82 | Ἡφαιστόδωρος Λευκονοιεύς |
| Ἀρχίας Ἀνακαιεύς | |
| Διογένης Κόπρειος | |
| 85 | Ξενοφῶν Κικυννεύς |
| Μυννίσκος Περγασῆθεν | |
| Ἀριστίων Φυλάσιος | |
| Χαιρίων Ὑβάδης | |
| Ἀντιφάνης Εὐωνυμεύς | |
| 90 | Ἱερώνυμος Πόριος |
| Πυθόδωρος Τειθ̣ράσιος | |
| Κηφισόδοτος Ἀραφήνιος | |
| καὶ οἵδε τῶν ξένων συνανέθηκαν | |
| ἡγεμών· | |
| 95 | Γνωσίας Φωκεύς |
| Ἐχέτιμος Φωκεύς | |
| Γέλων Μακεδών | |
| Ἁγησίπολις Κρής | |
| Πολύξενος Κρής | |
| 100 | Καλλίγειτος Μεγαρεύς |
| Ζωΐλος Θετταλός | |
| Ἀγάθων Λύκιος | |
| Ξενόφιλος Μακεδών | |
| Ἀριστόδαμος Μεγαλοπολίτης | |
| 105 | Νικοκλῆς Φωκεύς |
| Μενεκλῆς Ἀργεῖος | |
| Νικάνωρ Μακεδών | |
| Ἀριστόδαμος Κρής | |
| Νικασίων Κρής | |
| 110 | Πυραιμένης Ἀργεῖος |
| Ἀγασίας Θετταλός | |
| Ἀπολλώνιος Αἰτωλός | |
| Καλλίδαμος Φωκεύς | |
| Ἀλέξων Ὀπούντιος | |
| 115 | Ἀπολλόδωρος Πλαταιεύς |
| Λύσων Φωκεύς | |
| Θεόδωρος <⁶¹Ἀχαιός>⁶¹ | |
| vacat | |
| col. II.118 | Ἀνδ̣ρ[— — —] |
| Πασ[— — — —] | |
| 120 | Νικα̣[— — —] |
| Ἡρα[— — — —] | |
| Μοσ[— — — —] | |
| Ἡρα̣[— — — —] | |
| Αρχ[— — — —] | |
| 125 | Ἑρπ[— — — —] |
| Μεν[— — — —] | |
| Ναυ[— — — —] | |
| Λαμ̣[— — — —] | |
| Μεν̣[— — — —] | |
| 130 | ΕρΙ[— — — —] |
| Δ%⁸⁰ι[— — — —] | |
| Κτ[— — — — —] | |
| Νικ[— — — —] | |
| Νικ[— — — —] | |
| 135 | Θεο̣[— — — —] |
| Αρ[— — — — —] | |
| Σω[— — — — —] | |
| ΚΛ̣[— — — — —] | |
| Ἀρ̣[— — — — —] | |
| 140 | Φ[— — — — — —] |
| Δ[— — — — — —] | |
| [— — — — — —] |