Decree of Athenian soldiers stationed at Eleusis in honor of Sosikrates, ταμίας τῶν στρατιωτικῶν. Four fragments of a stele of white (“Pentelic”) marble, broken at the top and bottom. Non-stoich.
[— — — — — — — — — — — — — — — — — — — —] | |
[εἶπεν· ἐπειδὴ χειροτονηθεὶς Σωσικρ]άτ̣ης ταμί[α]- | |
[ς τῶν] σ̣τ̣ρατ̣ιωτ̣[ικ]ῶ[ν τὸ]ν ἐνιαυτὸν τὸν ἐπὶ Φι- | |
λίνου ἄρχοντος ἄρχ[ε]ι τὴν ἀρχὴν ἀκολούθως | |
τοῖς τε νόμοις καὶ τ̣οῖς ψηφίσμασιν τῆς τε βου- | |
5 | λῆς κ[αὶ] τοῦ δήμου, διατελεῖ δὲ καὶ τῶν πολιτ- |
ῶν τοῖ̣ς τεταγμένοις Ἐλευσῖνι χρείας παρεχό- | |
μενος καὶ κοινεῖ καὶ ἰδ[ί]αι, καθ’ ὃ ἄν τις αὐτὸν | |
παρακαλεῖ, ἀγαθεῖ τύχει δεδόχθ̣αι τῶν πολ- | |
ιτῶν τοῖς τεταγμένοις Ἐλευσῖνι ἐπαινέσαι | |
10 | [Σ]ωσικράτην Μιλτιάδου Σφήττιον καὶ στε- |
[φαν]ῶσαι αὐτὸν χρυσῶι στεφάνωι κατὰ τὸν | |
[νόμ]ον ἀρετῆς ἕνεκεν καὶ ε̣ὐσεβείας τῆς εἰς | |
[τοὺς] θεοὺς καὶ εὐνοίας καὶ φιλ̣οτιμίας τῆς ε- | |
[ἰς ἑαυ]τ̣ούς, καὶ ἀνειπεῖν τὸν στέφανον Ἁλοίω- | |
15 | [ν τῶι πα]τ̣ρίωι ἀγῶνι· ἀναγράψαι δὲ τόδε τὸ ψή- |
[φισμα ἐν στήλει] λιθίνει καὶ στῆ̣σαι ἐν τῶι ἱερῶ- | |
[ι τῶι ἐν Ἐλευσῖνι, τῆς δ]ὲ [ἀ]ναγο̣ρ[ε]ύσεως τοῦ στ- | |
[εφάνου καὶ τῆς στάσεως τῆς] στήλης ἐπιμ- | |
[εληθῆναι τὸν γραμματέα καὶ τ]οὺς αἱρεθέν- | |
20 | [τας· ἡιρέθησαν — — — — — — — Ἐ]πιγένης |
[— — — — — — — — — — — — — —] vacat | |
[— — — — — — — — — — — — — — —] vac. | |
[— — — — — — — — — — — — — — — —] |