Decree of Athenian soldiers stationed at Eleusis in honor of the scribe Dionysios. Two fragments of a stele of white (“Pentelic”) marble, broken at the bottom. Stoich. 31.
1 | Λ̣υσίας Θεσβίων[ο]ς Ἐλευσίνιος εἶπεν· [ἐ]- |
πειδὴ Δίων ἔκ τε τῶν ἔμπροσθεν χρόνω[ν] | |
γραμματεύων το̣ῖς ταμίαις τῶν σιτων[ι]- | |
κῶν καὶ τοῖς ἐπ[ὶ] τεῖ διοικήσει διατε[λ]- | |
5 | εῖ εὔνους ὢν Ἀθ̣η̣ναίων τοῖς τεταγμέν[ο]- |
ις Ἐλευσῖνι κα[ὶ] χ̣ρείαν παρεχόμενος κ- | |
αὶ κοινεῖ καὶ ἰ[δί]αι φανερὰν αὑτοῦ ποι- | |
ῶν τὴν εὔνοιαν [ἣ]ν ἔχει πρὸς αὐτούς̣, v κα- | |
ὶ νῦν γραμματεύων τῶι ταμίαι τῶν̣ σιτω- | |
10 | νικῶν τὸν ἐνιαυτὸν τὸν ἐπὶ Μενεκλ̣έου- |
ς ἄρχοντος πο[λ]λὴν σπουδὴν πεποίηται | |
περὶ τὴν τοῦ σίτου δόσιν καὶ τῶν ἐκκλη- | |
σιαστικῶν τῶν̣ διδομένων ἐπὶ τὸν σῖτο- | |
[ν· v ἀ]γαθεῖ τύχε̣ι, δεδόχθαι Ἀθηναίοις τ- | |
15 | [οῖς τε]ταγμέν[ο]ις Ἐλευσῖνι, v ἐπαινέσα- |
[ι Δίωνα] καὶ στ[ε]φανῶσαι αὐτὸν θαλλοῦ σ- | |
[τεφάνωι ε]ὐνοί̣ας [ἕ]νεκα καὶ φιλοτιμία- | |
[ς τῆς πρὸς α]ὐ̣[τ]ούς· v εἶναι δὲ αὐτῶι καὶ ε- | |
[ἰς τὰ λοιπὰ φιλ]οτιμηθέντι εὑρέσθαι ἀ- | |
20 | [γαθὸν ὅτου ἂν δοκ]εῖ ἄξιος εἶναι. v τὸ δὲ |
[ψήφισμα τόδε ἀναγράψ]α̣ι ἐν στήλει λιθ- | |
[ίνει — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — —] |