Contract for the poloi and empolia of the columns of the prostoon of the Telesterion.  Three fragments of a stele of gray (“Hymettian”) marble. Stoich. 30.
[ ] Attica — Eleusis — ca. 336 BC — IG II² 1675
See also:
1       θεο[ί]
εἰς τὸ ἱερὸν Ἐλευσῖνάδε τοῖς σφονδύ-
λοις τῶν κιόνων τοῦ προστώιου εἰς το-
ὺς ἁρμοὺς πόλους ποῆσαι καὶ ἐμπόλια
5 χαλκᾶ, δύο εἰς ἕκαστον τὸν ἁρμὸν ἐμπό-
λια καὶ ἕνα πόλον, τὰ μὲν κάτω τὰ πρῶτα
ἑγδάκτυλα πανταχῆι τετράγωνα, τὰ δὲ
ἀνωτάτω πεντεδάκτυλα πανταχῆι, τὰ δ-
ὲ ἄλλα ἀμειβόμενα τὸ ἴσον ἀπὸ τοῦ μεγ-
10 ίστου εἰς τὸ ἐλάχιστον· τοὺς δὲ πόλου-
ς στρογγύλους τοὺ<ς> μὲν κάτω μῆκος πεν-
τεδακτύλους, πάχος δὲ διδακτύλους, τ-
οὺς δὲ ἄνω μῆκος μὲν παλαστιαίους, πά-
χος δὲ δακτύλου καὶ ἡμίσεος δακτύλο,
15 τοὺς δὲ ἄλλους ἀμειβομένους τῶι μήκ-
ει καὶ τῶι πάχει τὸ ἴσον ἀπὸ τοῦ μεγίσ-
του εἰς τὸν ἐλάχιστον· χαλκοῦ δὲ ἐργά-
σεται Μαριέως κεκραμένου <⁶¹τὴν δω>⁶¹δεκάτ-
ην, τὰ ἕνδεκα μέρη χαλκοῦ, τὸ δὲ δωδέκα-
20 τον καττιτέρου· καὶ ἀποδώσει τὰ μὲν ἐ-
μπόλια ὀρθὰ καὶ ἀστραφῆ καὶ εὐγώνια,
τοὺς δὲ πόλους τορνεύσει στρογγύλο-
υς πρὸς τὸ παράδειγμα καὶ ἐναρμόσει
εἰς τὰ ἐμπόλια ἁρμόττοντας καὶ ὀρθο-
25 ὺς καὶ ἐντόρνους πανταχῆι, ὅπως ἂν τὸ
αὐτὸ ποιῶσιν περιαγόμενοι· μισθώσε-
ται δὲ κατὰ μνᾶν καὶ ἀποστήσει τῶι ἀε-
ὶ παρόντι τῶν ἐπιστατῶν ἢ τῶι δημοσί-
ωι ἢ τῶι ἀρχιτέκτονι· ἀποδώσει δὲ τὰ ἔ-
30 ργα μὴ ἀποκωλύων τοὺς ἐργαζομένους
τοὺς κίονας· ἐμισθώθη ἡ μνᾶ ∶ ΙΙΙΙΙ𐅁𐅀· μισ-
θωτὴς Βλεπαῖος Σω[κλ]έους̣ Λαμ ∶ ἐγγυητ-
ὴς Κηφισ[ο]φῶν Κεφαλίω̣νος Ἀφ<ι>δναῖος. vv
                            vac.
Search Help