Inventory of the epistatai of Eleusis.  Stele of white marble, preserved on the left and right sides. Stoich. 39.
[ ] Attica — Eleusis — ca. 350-340 BC — IG II² 1542
See also:
[— — — — — — — — — — — — — — — — — — — — —]
[․․․․․․․․․․․23․․․․․․․․․․․․]ΜΑ[— — — — — — —]
[․․․․․11․․․․․․]Ι φιάλη ἀργυ[ρ]ᾶ χρυσόμφ[αλος πρὸς τ]-
[ῶι τοίχωι] ἀ̣νακειμένη ⁙ ἀσπιδίσκη χρυσ[ῆ καὶ δακ]-
[τυλίω δύ]ο χρυσὼ καὶ ἄ̣γματε δύο δακτυλίων̣ [καὶ ἐν]-
5 [ωι]δίω δύο καὶ δακτυλίω δύο λευκοῦ χρυσίου̣ [καὶ ἕτ]-
[ε]ρον χρυσίον ἀργυρίωι δεδεμένον, τούτων σ[ταθμ]-
ὸν 𐅃𐅂𐅂𐅂ΙΙΙΙΙ𐅁 ⁙ ἕτερα χρυσία· μηνίσκω δύο· δ[ακτύ]-
[λ]ιοι ἀπείρονες τρεῖς· δακτύλιο[ς] κατεαγώς· [χρυσ]-
[ί]ω ἀπύρω δύο· χρυσίω λευκὼ δύο, τούτων σταθμ[ὸν ․․]
10 [Ι]ΙΙ ⁙ ἀργυρίου νόμισμα ΔΔΔ𐅂𐅂ΙΙΙΙ𐅁 ⁙ ἀσήμο[υ ἀργ]-
υρίο σταθμὸν Δ𐅃Ι ⁙ ἐσχαρὶς ἀργυρᾶ, σταθμὸν [․․․․]
𐅂𐅂ΙΙΙΙ ⁙ σφραγῖδε ἰάσπιδε χρυσίωι δεδεμέν̣[ω ⁙ σ]-
[φ]ραγίδιον βασανιστὸν χρυσίωι δεδεμένον· σ[αρδ]-
[ί]ω δύο χρυσίωι δεδεμέν[ω· σ]φραγὶς̣ ἀρ[γ]υρίωι δε[δε]-
15 μένη· σφραγῖδες λίθιναι ἄδεσμοι 𐅃ΙΙ· ὄ̣νυξ ἀπυ[․․]
ν ὁ ἐπὶ πέτραν· στλεγγίδιον ἐπίτηκτον κατεαγὸ[ς]
καὶ ἕτερον στλεγγίδιον ⁙ χαλκώματα· ποτήριον ἄν̣-
ευ ὠτός· σφαγεῖον· κώθωνες 𐅃Ι, εἷς πυθμένα οὐκ ἔχε-
ι· οἰνοχόαι ΙΙΙΙ· κοτύλη ἐρρωγῦα· κάδοι ΙΙ[Ι]Ι, τούτ-
20 ων εἷς ὅλος στέγων, ὁ δ’ ἕτερος πυθμένα οὐκ ἔχει, ὁ τ-
[ρ]ίτος οὔτε ἄρτημα οὔτε πόδε δύο, ὁ δὲ τέταρτος τὸ-
ν πυθμένα ὑπέρ<ρ>απται· ψυκτήρια ΙΙΙΙ, τὼ δύο οὔτε ὦ-
τα οὔτε πυθμένας ἔχε̣ι· καρχήσιον· κυλιχνίδε δύο,
ἡ ἑτέρα ἔχει στέφανον ἀργυροῦν· φιάλιον· κατρόπ-
25 τω ΙΙ· δακτύλιοι ἱππόδεσμοι ΔΔ[ΔΔ]𐅃ΙΙ ὑγιεῖς, τού-
[των ․․․․]#⁷#⁷Λ̣[․․5․․․]Λ̣[․․․]κτ̣η̣[․․․․9․․․․․]#⁷[․․․]#⁷[․]#⁷#⁷[․]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us