Decree of the Eleusinians in honor of the general Derkylos.  Pedimental stele of white marble with relief, preserved on all sides. Stoich. 25.
[ ] Attica — Eleusis — 319/8 BC? — IG II² 1187 — Syll.³ 956 — CCG 9 (1998) 49-69
See also:
1 Φίλιππος εἶπεν· ἐπειδὴ Δερκύλ-
ος ὁ στρατηγὸς φιλοτιμεῖται π-
ερ<⁶¹ὶ>⁶¹ τὸν δῆμον τὸν Ἐλευσινίων τ-
ά τε ἄλλα καὶ ὅπως ἂν οἱ παῖδες π-
5 αιδεύωνται οἱ ἐν τῶι δήμωι, δεδ-
όχθαι Ἐλευσινίοις ἐπαινέσαι
Δερκ<⁶¹ύλ>⁶¹ον Αὐτοκλέους Ἁγνούσ-
ιον κ̣αὶ στεφανῶσαι χρυσῶι στε-
φάνωι ἀπὸ 𐅅 δραχμῶν καὶ ἀνειπε-
10 ῖν τὸν στέφανον Ἐλευσῖνι ἐν τῶ-
ι θεάτρωι τραγωιδῶν τῶι ἀγῶνι
ὅτι̣ στεφανῶι ὁ̣ δῆμος ὁ Ἐλευσι<⁶¹ν>⁶¹-
{ι̣ν}ίων {²⁶Ἐλευσινίων}²⁶ Δερκύλον Αὐτοκλέους Ἁγ-
νούσιον ἀρετῆς ἕνεκα καὶ φιλο-
15 τιμίας τῆς εἰς τὸν δῆμον τὸν Ἐλ-
ευσινίων· εἶναι δὲ αὐτῶι ἀτέλε-
ιαν καὶ προεδραν ἐν τῶι δήμωι
τῶι Ἐλευσινίων καὶ καλείτω αὐ-
τὸν δήμαρχος ἀεὶ δημαρχῶν ε-
20 ἰς τὴν προεδρίαν· νέμειν δὲ αὐτ-
ι καὶ μερδα ἐκ τῶν ἱερῶν καθά-
περ Ἐλευσινίοις τὸν δήμαρχον
τὸν ἀεὶ δημαρχοῦντα. ἀναγράψα-
ι δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λ-
25 ιθίνηι καὶ στῆσαι παρὰ τὰ προπ-
ύλαια τῆς Δμητρ〚ρ〛ος {²⁶Δήμητρος}²⁶ καὶ τῆς Κό-
ρης, ἐπιμεληθναι δὲ τῆς ἀναγρ-
αφῆς τοὺς πατέρας τῶν παίδων μ-
ετὰ τοῦ δημάρχου.
Search Help
Contact Us