Decree of the Eleusinians in honor of the general Derkylos. Pedimental stele of white marble with relief, preserved on all sides. Stoich. 25.
[ ]
Attica — Eleusis — 319/8 BC? — IG II² 1187 — Syll.³ 956 — CCG 9 (1998) 49-69
See also:
| 1 | Φίλιππος εἶπεν· ἐπειδὴ Δερκύλ- |
| ος ὁ στρατηγὸς φιλοτιμεῖται π- | |
| ερ<⁶¹ὶ>⁶¹ τὸν δῆμον τὸν Ἐλευσινίων τ- | |
| ά τε ἄλλα καὶ ὅπως ἂν οἱ παῖδες π- | |
| 5 | αιδεύωνται οἱ ἐν τῶι δήμωι, δεδ- |
| όχθαι Ἐλευσινίοις ἐπαινέσαι | |
| Δερκ<⁶¹ύλ>⁶¹ον Αὐτοκλέους Ἁγνούσ- | |
| ιον κ̣αὶ στεφανῶσαι χρυσῶι στε- | |
| φάνωι ἀπὸ 𐅅 δραχμῶν καὶ ἀνειπε- | |
| 10 | ῖν τὸν στέφανον Ἐλευσῖνι ἐν τῶ- |
| ι θεάτρωι τραγωιδῶν τῶι ἀγῶνι | |
| ὅτι̣ στεφανῶι ὁ̣ δῆμος ὁ Ἐλευσι<⁶¹ν>⁶¹- | |
| {ι̣ν}ίων {²⁶Ἐλευσινίων}²⁶ Δερκύλον Αὐτοκλέους Ἁγ- | |
| νούσιον ἀρετῆς ἕνεκα καὶ φιλο- | |
| 15 | τιμίας τῆς εἰς τὸν δῆμον τὸν Ἐλ- |
| ευσινίων· εἶναι δὲ αὐτῶι ἀτέλε- | |
| ιαν καὶ προεδρίαν ἐν τῶι δήμωι | |
| τῶι Ἐλευσινίων καὶ καλείτω αὐ- | |
| τὸν ὁ δήμαρχος ὁ ἀεὶ δημαρχῶν ε- | |
| 20 | ἰς τὴν προεδρίαν· νέμειν δὲ αὐτ- |
| ῶι καὶ μερίδα ἐκ τῶν ἱερῶν καθά- | |
| περ Ἐλευσινίοις τὸν δήμαρχον | |
| τὸν ἀεὶ δημαρχοῦντα. ἀναγράψα- | |
| ι δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λ- | |
| 25 | ιθίνηι καὶ στῆσαι παρὰ τὰ προπ- |
| ύλαια τῆς Δήμητρ〚ρ〛ος {²⁶Δήμητρος}²⁶ καὶ τῆς Κό- | |
| ρης, ἐπιμεληθῆναι δὲ τῆς ἀναγρ- | |
| αφῆς τοὺς πατέρας τῶν παίδων μ- | |
| ετὰ τοῦ δημάρχου. |