Decree of the Eleusinians honoring Philokomos and Moirokles, followed by a decree of the Eleusinians concerning leasing the quarries of Herakles. Stele of white marble; a relief crown enclosing a two-handled lebes between the two decrees. Stoich. 35 and 43.
1 | θ[εο]ί |
Ἐπιγέ̣νης̣ εἶπεν· τύ[χ]ηι ἀγαθῆι τῶν δημοτῶν· v | |
ἐπε̣ι̣[δὴ] Φιλόκ̣ωμος ε̣ἰ̣σηγήσατο τοῖς δημότα- | |
ις π[ερὶ] τ̣ῆ̣ς Ἄ̣κ̣ριδ̣ος ἀποδόσθαι τῶι θεῶι τὴ̣ν̣ | |
5 | λ̣ι̣θ̣ο̣τ̣ο̣μ̣ίαν, ὅπως ἂν ἡ θυσία γίγνηται ὡς κ̣α̣λ̣- |
λ̣ί̣σ̣τ[η, κ]α̣ὶ̣ ἐώ̣ν̣ητα̣ι παρὰ τῶν δ[η]μοτῶν Μοιρ̣ο̣κ̣- | |
λ̣ῆ̣ς ε̣ἰ̣ς̣ π̣έ̣ν̣τ̣ε̣ ἔ̣τη τριῶν ἡμιμν̣α̣[ί]ων̣ τοῦ ἐν̣ια̣- | |
υ̣το̣[ῦ κ]α̣ὶ̣ ἑ̣κ̣α̣τ̣ὸ̣ν̣ δ̣ραχμὰ̣ς̣ ἐπέ̣δ̣[ω]κ̣εν εἰς τὰ̣ πέ̣- | |
ν̣τε ἔτη̣· δε̣δ̣ό̣χ̣θ̣α̣ι Ἐλευσινίο[ις· ἐ]πα̣ιν̣έσαι μ̣- | |
10 | ὲν̣ Φιλόκωμ̣ο̣ν̣ Φ̣α̣λανθίδ̣ου κα̣ὶ̣ σ̣τ̣εφα̣νῶ<σα>ι̣ χ̣ρ̣[υ]- |
σ̣ῶ̣ι̣ στεφ̣ά̣ν̣ωι ἀ̣ρ̣ετῆς ἕνε̣κ̣α κα̣ὶ̣ ε̣ὐνο̣ί̣α̣ς τῆ̣ς̣ | |
εἰς τ̣ο̣ὺ̣ς δη̣μ̣ό̣τας̣, ε̣ἰ̣ς δὲ τὸν σ̣τ̣έ̣φ̣α̣ν[ο]ν̣ τ̣ὸ ἀ̣ργ̣- | |
ύ̣ρ̣ι̣ον̣ δ̣οῦναι Φιλοκώμωι ἐναν̣τ̣ίον τῶν̣ δη̣μ̣[ο]- | |
τῶν̣ ἑκ̣ατὸν δραχμὰς Μοιροκλέα, ἐπαινέσ̣αι δ̣- | |
15 | ὲ Μοιροκλέα Εὐθυδήμου, ὅτι το̣ῖς δ̣η̣μ̣όταις ἐ- |
πιμελεῖτα̣ι, ὅπως ἂν̣ ἦ̣ι π̣ρ̣όσοδος ὡς πλεί̣[σ]τη, | |
κ̣α̣ὶ̣ στε̣φ̣[α]ν̣ῶ̣σαι θαλλοῦ στεφάνωι. vacat | |
{²anaglyphum}² | |
18 | Φ̣ιλόκωμος Φαλανθίδου Ἐλευσίνιος εἶπεν· τ̣ύχηι ἀγαθ- |
ῆι τῶν δημοτῶν· ὅπως ἂν τῶι Ἡρακλεῖ τῶι ἐν Ἄκριδι πρόσ- | |
20 | οδος ε̣ἶ ὡς πλείστη κ̣αὶ ἡ θυσία θύητ[αι] ὡς καλλίστη, ἐψη- |
φίσθαι τοῖς δημόταις· τὰς λιθ̣οτομ̣ί̣ας τὰς Ἐλευσῖνι, ἐ̣- | |
#⁷Λ̣#⁷[․․5․․․]#⁷Ε̣ΙΩ̣Ν εἰσὶ̣ν̣ ἱερα̣ὶ τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκρι- | |
δ̣ι, μ[ισ]θοῦν τὸν δήμαρχ[ο]ν ἐ̣ν τῆι ἀγορᾶι τῶν δημοτῶν τῶ- | |
ι̣ τ̣ὸ̣ π̣λ̣ε̣[ῖσ]τον διδόντ[ι]· τ̣ὸ̣ν̣ δ̣ὲ̣ μισθ̣ωσάμενον ἀποδιδόν- | |
25 | α̣ι̣ τ̣ὴ̣ν̣ [μ]ί̣σ̣θωσιν τ̣ὴ̣μ̣ μ̣ὲ̣ν̣ ἐπὶ Νικήτου ἄρχοντος ἐν ὧ̣ι ἂν |
χ̣ρ̣ό̣ν̣ω̣ι̣ τοὺς δημότας π̣ε[ί]θει, πρὸ τῆς θυσίας, μετὰ δ̣ὲ Νι- | |
κήτην ἄρχοντα εἰς τὸν Μεταγειτνιῶνα μῆνα τα̣ῖς ἀρχ̣α̣- | |
ι̣ρεσ̣ί̣α̣ις, ὅτ̣αν ο̣ἱ δ̣η̣μόται ἀγοράζωσιν ἐν τῶι Θησείωι· | |
ἐγγ̣υη̣τὰ̣ς̣ δ̣[ὲ] κ̣α̣τ̣α̣σ̣τησά̣τω ὁ μισθωσάμενος̣ δύο ἄ̣νδ̣ρα̣ς | |
30 | [ὀμουμέν]ους ἦ̣ μ̣ὴ̣ν̣ ἀποδώ̣σ̣ειν τὴν μίσθωσιν πᾶσαν ἐν τῶ̣- |
ι̣ χ̣ρ̣ό̣ν̣ω̣ι̣ τῶ̣ι εἰρ̣η̣μ̣ένωι· τὸν δὲ δήμαρχον λαβόντα τοῦτ- | |
ο τ̣ὸ̣ [ἀ]ρ̣γύ̣ρ̣ιον̣ παρέχειν εἰς τὴν ἑορτὴν τοῦ Ἡρακλέως τ- | |
οῦ ἐν Ἄκριδ̣ι· δια̣χειροτονῆσαι δὲ αὐτίκα μάλα τοὺς δη- | |
μ̣ό̣τ̣α̣ς̣ ἐ̣ά̣ν τ̣ε̣ εἰ̣ς ἐνιαυτὸν δοκ̣εῖ μισθ̣οῦν, ἐάν τ̣ε εἰς π̣λ- | |
35 | έ̣ω̣ χ̣ρ̣ό̣ν̣ον, ὁπότερα δ’ ἂν δο[κ]εῖ, ταῦτα κύ̣ρια εἶναι καὶ μι- |
σ̣θ̣ο̣ῦ̣ν̣ π̣ρὸς ταῦτα τὸν δήμαρχον· μὴ ἐξ̣έ̣στω δὲ εἰπεῖν μη- | |
θ̣έ̣ν̣α τοῦτο τὸ ἀργύριον ὡς δεῖ ἄλλοθί που τρέψαι ἢ εἰς | |
τ̣ὴ̣ν θυσίαν τοῦ Ἡρακλέως, μηδὲ τοῖς ἱερομνήμοσιν ἐπι- | |
ψηφίσαι, μηδὲ τῶ̣ι δημάρχ̣ω̣ι· ἐὰν δέ τις ἢ εἴπει ἢ̣ ἐπιψηφ- | |
40 | ίσει παρὰ̣ τό̣δε τὸ [ψ]ήφισμα, ὀφειλέ̣τ̣ω τῶι θεῶι τὸ διπλ̣ά̣- |
σιον ἢ ὅσον ἂν εἴπει ἢ ἐπιψηφίσει· καὶ ὁ εὔθυνος καὶ ὁ̣ σ- | |
υ̣ν̣ή̣γ̣ο̣ρ̣ος ἐπάναγκ̣ε̣ς αὐτῶν καταγιγνωσκόντων τοῦτο | |
τ̣ὸ ἀργύριον ἢ αὐτο̣ὶ ὀφ̣ειλόντωσαν· ἀναγράψαι δ̣ὲ τόδε | |
τὸ ψ̣ή̣φισμα τὸν δήμαρ̣χ̣ον ἐν στήλει λιθίνει κ̣αὶ στῆσα- | |
45 | ι ἐ̣ν̣ τῶι ἱερῶι τοῦ Ἡρακλέως τοῦ ἐν Ἄκριδ̣ι, ὅπως ἂν τὰ ἐψ- |
ηφισμένα ὑπὸ τῶν δημοτῶν κύρια εἶ ε̣ἰς τὸν ἀεὶ χ̣ρόνον | |
κ̣α̣ὶ̣ μ̣ὴ̣ πα̣ρ̣α̣λύ̣η̣τα̣ι· συνεπιμεληθῆναι δὲ τῆς στήλης ὅπ- | |
ω̣ς̣ ἂ̣ν̣ σ̣τ̣αθ̣ε̣ῖ ἐν τῶι ἱερῶι τ̣ὸν ἱερέα τοῦ Ἡρακλέως Ἀ̣ν[τ]ι̣- | |
φά̣ν̣η̣ν̣ πρὸ τῆς θυσίας τῆς ἐπὶ Νικήτου ἄρχοντος· εἰς δὲ | |
50 | τὴν ἀναγραφὴν τῆς στήλης δοῦναι τὸν δήμαρχον δέκ̣α̣ v |
δ̣ραχμ̣ὰ̣ς̣ ἐκ̣ τῆς τοῦ θεοῦ προσόδου. κύριον δὲ εἶναι τόδ- | |
[ε τὸ ψ]ήφισμα ἀπὸ Νικήτου ἄρχοντος, ἀφ’ ἧς ἂν ἡμέρας οἱ δ- | |
ημόται ψηφίσωνται. vacat |