Decree of the Eleusinians in honor of Smikythion, peripolarch. Two fragments of a stele of white marble with relief. Stoich. 27.
below relief.1 | Τιμοκήδης Γνάθιδος εἶπεν· ἐπε[ιδ]- |
ὴ Σμικυθίων ὁ περιπόλαρχος ἀ[ν]ὴ[ρ] | |
ἀγαθός ἐστι περὶ τὸν δῆμον τὸν Ἐλ- | |
ευσινίων καὶ αὐτός τε αὑτ̣ὸν ἔταξ- | |
5 | εν Ἐλευσῖνάδε καὶ τοὺς στρατιώτ- |
ας τοὺς μεθ’ ἑαυτοῦ καὶ ἔπραττεν π- | |
ρός τε τοὺς στρατηγοὺς καὶ τὸν δῆ- | |
[μ]ον ὅπως φυλακὴ ἱκανὴ ἔλθοι Ἐλευ- | |
[σῖ]νάδε καὶ τῶν ἄλλων ὅσων ἐδεῖτο̣ | |
10 | [εἰς φ]υλακὴν Ἐλευσῖνος, ἐψηφίσθα- |
[ι Ἐλευσι]ν̣ίο̣ις ἐ[παιν]έ̣[σαι Σμι]κυθ- | |
[ίωνα O․․․7․․․․ Κεφαλ]ῆθ[εν καὶ στε]- | |
[φανῶσαι χρυσ]ῶι στεφάνωι· ἀ[νειπε]- | |
ῖ̣ν δὲ καὶ τὸ̣ν δήμαρχον τὸν μετ̣ὰ Ἴσ- | |
15 | αρχ̣ον̣ δ̣η̣μ̣α̣ρ[χο]ῦντα Διονυσίοις ἐ- |
ν τ̣οῖς τρ̣αγωιδοῖς ὅτι ὁ δῆμος ὁ Ἐλ- | |
[ευ]σι[νί]ων σ̣τ̣εφανοῖ Σμικυθίωνα Ọ- | |
[․․․7․․․․ Κε]φα[λῆ]θεν τῶιδε τῶ[ι] στε- | |
[φάνωι] ἀ̣ρ̣ετῆς ἕνεκα καὶ δικαιοσύ- | |
20 | [νης] τῆς εἰς τὸν δῆμον τὸν Ἐλευσιν- |
[ίων· ε]ἶναι δὲ αὐτῶι καὶ προεδρίαν, | |
[καὶ] καλεῖν τὸν δή̣μαρχον αὐτὸν τὸ- | |
[ν ἀεὶ] δ̣η̣μ̣αρχοῦντα καθ<ά>περ καὶ το- | |
[ὺς ἄλλ]ου[ς] οἷς δέδοται ἡ προεδρία· | |
25 | [ὅπως δ’] ἂ[ν] καὶ εἰδῶσιν πάντες ὅτι ὁ |
[δ]ῆμος ὁ Ἐλε̣[υ]σιν[ί]ων ἀποδίδωσι χά- | |
[ρ]ιτας το̣[ῖ]ς [εὖ] ποιοῦσιν αὐτόν, ἀνα- | |
[γ]ράψ̣αι δὲ τόδε τὸ ψήφισμα τὸν δήμ- | |
[αρχ]ον Ἴσαρχον ἐν στήλει [λ]ιθίνει | |
30 | [κα]ὶ [σ]τῆσαι ὅπου ἂν δ̣ο̣[κ]εῖ ἐν καλλί- |
[στ]ω̣ι εἶναι. |